Thesauros Literature medicine Περὶ τροφῆς

Περὶ τροφῆς

Περὶ τροφῆς Hippocrates
11 χυλοὶ ποικίλοι καὶ χρώμασι καὶ δυνάμεσι καὶ ἐς βλαβὴν καὶ ἐς ὠφελίην, καὶ οὔτε βλάπτειν οὔτε ὠφελεῖν, καὶ πλήθει καὶ ὑπερβολῇ καὶ ἐλλείψει καὶ διαπλοκῇ ὧν μέν, ὧν δὲ οὔ.
12 καὶ πάντων ἐς θερμασίην βλάπτει καὶ ὠφελεῖ, ἐς ψύξιν βλάπτει καὶ ὠφελεῖ, ἐς δύναμιν βλάπτει καὶ ὠφελεῖ.
13 δυνάμιος δὲ ποικίλαι φύσιες.
14 χυμοὶ φθείροντες καὶ ὅλον καὶ μέρος καὶ ἔξωθεν καὶ ἔνδοθεν, αὐτόματοι οὐκ αὐτόματοι, ἡμῖν μὲν αὐτόματοι αἰτίῃ δὲ οὐκ αὐτόματοι. αἰτίης δὲ τὰ μὲν δῆλα τὰ δὲ ἄδηλα, καὶ τὰ μὲν δυνατὰ τὰ δὲ ἀδύνατα.
15 φύσις ἐξαρκεῖ πάντα πᾶσι.
16 ἐς δὲ ταύτην, ἔξωθεν μὲν κατάπλασμα, κατάχρισμα, ἄλειμμα, γυμνότης ὅλου καὶ μέρεος καὶ σκέπη ὅλου καὶ μέρεος, θερμασίη καὶ ψύξις κατὰ τὸν αὐτὸν λόγον, καὶ στύψις καὶ ἕλκωσις καὶ δηγμὸς καὶ λίπασμα· ἔνδοθεν δὲ τινά τε τῶν εἰρημένων, καὶ ἐπὶ τούτοις αἰτίη ἄδηλος καὶ μέρει καὶ ὅλῳ, τινί τε καὶ οὔ τινι.
17 Ἀποκρίσιες κατὰ φύσιν, κοιλίης, οὔρων, ἱδρῶτος, πτυάλου, μύξης, ὑστέρης, καθʼ αἱμορροϊδα, θύμον, λέπρην, φῦμα, καρκίνωμα, ἐκ ῥινῶν, ἐκ πλεύμονος, ἐκ κοιλίης, ἐξ ἕδρης, ἐκ καυλοῦ, κατὰ φύσιν καὶ παρὰ φύσιν. αἱ διακρίσιες τούτων ἄλλοισι πρὸς ἄλλον λόγον ἄλλοτε καὶ ἀλλοίως. μία φύσις ἐστὶ ταῦτα πάντα καὶ οὐ μία· πολλαὶ φύσιές εἰσι ταῦτα πάντα καὶ μία.
18 φαρμακείη ἄνω καὶ κάτω, οὔτε ἄνω οὔτε κάτω.
19 ἐν τροφῇ φαρμακείη ἄριστον, ἐν τροφῇ φαρμακείη φλαῦρον, φλαῦρον καὶ ἄριστον πρός τι.
20 ἕλκος, ἐσχάρη, αἷμα, πύον, ἰχώρ, λέπρη, πίτυρον, ἄχωρ, λειχήν, ἀλφός, ἔφηλις, ὁτὲ μὲν βλάπτει, ὁτὲ δὲ ὠφελεῖ, ὁτὲ δὲ οὔτε βλάπτει οὔτε ὠφελεῖ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme