Thesauros Literature medicine Περὶ ἑλκῶν

Περὶ ἑλκῶν

Περὶ ἑλκῶν Hippocrates
25 ὅκου δὲ κιρσὸς ἔνεστιν ἐπʼ ἀντικνημίου ἢ περιφανὴς ἢ κατὰ τῆς σαρκὸς, καί ἐστι μέλαν τὸ ἀντικνήμιον, καὶ δοκέει δεῖσθαι αἷμα ἀπʼ αὐτοῦ ἀποῤῥυῆναι, οὐ χρὴ τὰ τοιαῦτα κατακρούειν οὐδαμῶς· ὡς γὰρ ἐπιτοπολὺ ἕλκεα μεγάλα γίνεται ἐκ τῶν σχασμάτων διὰ τοῦ κιρσοῦ τὴν ἐπιῤῥοήν· ἀλλὰ χρὴ αὐτὸν τὸν κιρσὸν ἀποκεντέειν ἄλλοτε καὶ ἄλλοτε, ὅπη ἂν δοκέῃ καιρὸς εἶναι.
26 ὅταν δὲ φλέβα τάμῃς, ἐπειδὰν τοῦ αἵματος ἀφῇς καὶ λύσῃς τὴν ταινίην, καὶ μὴ ἵστηται, τὰ ἀντία ὅκως ἂν ὁ ῥοῦς γίνηται τοῦ αἵματος, ἐχέτω, ἤν τε χεὶρ, ἤν τε σκέλος ᾖ, ὡσεὶ χωρέοντος τοῦ αἵματος ὀπίσω, καὶ οὕτως ὑπομείνας χρόνον πλείω ἢ ἐλάσσω κατακείμενος, ἔπειτα ἐπιδῆσαι αὐτὸν οὕτως ἔχοντα, μὴ ἐνεόντος τινὸς θρόμβου ἐν τῇ τομῇ, [ἔπειτα] σπληνίον διπλόον προσθείς, τέγξας οἴνῳ, καὶ ἄνωθεν εἴριον ἐλαιώσας καθαρόν· κἢν γὰρ ἐπίῤῥυσις τοῦ αἵματος ἔῃ βιαίη, σχέσις γίνεται ἐπιῤῥέοντος· κἢν, θρόμβου ἐπὶ τῇ τομῇ γενομένου, οὕτω φλεγμήνῃ, διαπυΐσκεται. Ἠριστηκότα δὲ χρὴ πλέον ἢ ἔλαττον καὶ πεπωκότα φλεβοτομέειν, καὶ ὑποτεθερμασμένον, καὶ ἡμέρης θερμοτέρης ἢ ψυχροτέρης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme