12
ἐπὶ περιπλευμονίῃ φρενῖτις, κακόν.
13
ἐπὶ καύμασιν ἰσχυροῖσι σπασμὸς ἢ τέτανος, κακόν.
14
ἐπὶ πληγῇ ἐς τὴν κεφαλὴν ἔκπληξις ἢ παραφροσύνη, κακόν.
15
ἐπὶ αἵματος πτύσει, πύου πτύσις.
16
ἐπὶ πύου πτύσει, φθίσις καὶ ῥύσις· ἐπὴν δὲ τὸ σίελον ἴσχηται, ἀποθνήσκουσιν.
17
ἐπὶ φλεγμονῇ τοῦ ἥπατος λὺγξ, κακόν.
18
ἐπὶ ἀγρυπνίῃ σπασμὸς ἢ παραφροσύνη, κακόν.
18b
Ἐπὶ ληθάργῳ τρόμος, κακόν.
19
ἐπὶ ὀστέου ψιλώσει, ἐρυσίπελας.
20
ἐπὶ ἐρυσιπέλατι σηπεδὼν ἢ ἐκπύησις.
21
ἐπὶ ἰσχυρῷ σφυγμῷ ἐν τοῖσιν ἕλκεσιν, αἱμοῤῥαγίη.
22
ἐπὶ ὀδύνῃ πολυχρονίῳ τῶν περὶ τὴν κοιλίην, ἐκπύησις.
23
ἐπὶ ἀκρήτῳ ὑποχωρήσει, δυσεντερίη.
24
ἐπὶ ὀστέου διακοπῇ, παραφροσύνη, ἢν κενεὸν λάβῃ
25
ἐκ φαρμακοποσίης σπασμὸς, θανατῶδες.
26
ἐπὶ ὀδύνῃ ἰσχυρῇ τῶν περὶ τὴν κοιλίην, ἀκρωτηρίων ψύξις, κακόν.
27
ἐν γαστρὶ ἐχούσῃ τεινεσμὸς ἐπιγενόμενος ἐκτρῶσαι ποιέει.
28
ὅ τι ἂν ὀστέον, ἢ χόνδρος, ἢ νεῦρον ἀποκοπῇ ἐν τῷ σώματι, οὔτε αὔξεται, οὔτε συμφύεται.
29
ἢν ὑπὸ λευκοῦ φλέγματος ἐχομένῳ διάῤῥοια ἐπιγένηται ἰσχυρὴ, λύει τὴν νοῦσον.
30
Ὁκόσοισιν ἀφρώδεα τὰ διαχωρήματα ἐν τῇσι διαῤῥοίῃσι, τουτέοισιν ἀπὸ τῆς κεφαλῆς ταῦτα ἀποκαταῤῥέει.