Thesauros Literature medicine Ἀφορισμοί

Ἀφορισμοί

Ἀφορισμοί Hippocrates
41 γυναῖκα ἢν θέλῃς εἰδέναι εἰ κύει, ἐπὴν καθεύδειν μέλλῃ, ἀδείπνῳ ἐούσῃ, μελίκρητον διδόναι πιεῖν· κἢν μὲν στρόφος αὐτὴν ἔχῃ περὶ τὴν γαστέρα, κύει· ἢν δὲ μὴ, οὐ κύει.
42 γυνὴ ἔγκυος, ἢν μὲν ἄρσεν κύῃ, εὔχροός ἐστιν· ἢν δὲ θῆλυ, δύσχροος.
43 ἢν γυναικὶ κυούσῃ ἐρυσίπελας ἐν τῇ ὑστέρῃ γένηται, θανατῶδες.
44 ὁκόσαι παρὰ φύσιν λεπταὶ ἐοῦσαι ἐν γαστρὶ ἔχουσιν, ἐκτιτρώσκουσι, πρὶν ἢ παχυνθῆναι.
45 ὁκόσαι δὲ μετρίως τὸ σῶμα ἔχουσαι ἐκτιτρώσκουσι δίμηνα καὶ τρίμηνα ἄτερ προφάσιος φανερῆς, ταύτῃσιν αἱ κοτυληδόνες μύξης μεσταί εἰσι, καὶ οὐ δύνανται κρατέειν ὑπὸ τοῦ βάρεος τὸ ἔμβρυον, ἀλλʼ ἀποῤῥήγνυνται.
46 ὁκόσαι παρὰ φύσιν παχεῖαι ἐοῦσαι μὴ ξυλλαμβάνουσιν ἐν γαστρὶ, ταύτῃσι τὸ ἐπίπλοον τὸ στόμα τῶν ὑστερέων ἀποπιέζει, καὶ, πρὶν ἢ λεπτυνθῆναι, οὐ κύουσιν.
47 ἢν ὑστέρη ἐν τῷ ἰσχίῳ ἐγκειμένη διαπυήσῃ, ἀνάγκη ἔμμοτον γενέσθαι.
48 ἔμβρυα τὰ μὲν ἄρσενα ἐν τοῖσι δεξιοῖσι, τὰ δὲ θήλεα ἐν τοῖσιν ἀριστεροῖσι μᾶλλον.
49 ὑστέρων ἐκπτώσιες, πταρμικὸν προσθεὶς, ἐπιλάμβανε τοὺς μυκτῆρας καὶ τὸ στόμα.
50 γυναικὶ τὰ καταμήνια ἢν βούλῃ ἐπισχεῖν, σικύην ὡς μεγίστην πρὸς τοὺς τιτθοὺς πρόσβαλλε.
51 ὁκόσαι ἐν γαστρὶ ἔχουσι, τουτέων τὸ στόμα τῶν ὑστερέων ξυμμέμυκεν.
52 ἢν γυναικὶ ἐν γαστρὶ ἐχούσῃ γάλα πουλὺ ἐκ τῶν μαζῶν ῥυῇ, ἀσθενὲς τὸ ἔμβρυον σημαίνει· ἢν δὲ στερεοὶ οἱ μαστοὶ ἔωσιν, ὑγιεινότερον τὸ ἔμβρυον σημαίνει.
53 ὁκόσαι διαφθείρειν μέλλουσι τὰ ἔμβρυα, ταύτῃσιν οἱ τιτθοὶ ἰσχνοὶ γίνονται· ἢν δὲ πάλιν σκληροὶ γένωνται, ὀδύνη ἔσται ἢ ἐν τοῖσι τιτθοῖσιν, ἢ ἐν τοῖσιν ἰσχίοισιν, ἢ ἐν τοῖσιν ὀφθαλμοῖσιν, ἢ ἐν τοῖσι γούνασι, καὶ οὐ διαφθείρουσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme