Thesauros Literature medicine Ἀφορισμοί

Ἀφορισμοί

Ἀφορισμοί Hippocrates
15 τῶν δὲ καταστασίων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβριῶν εἰσιν ὑγιεινότεροι, καὶ ἧσσον θανατώδεες.
16 νοσήματα δὲ ἐν μὲν τῇσιν ἐπομβρίῃσιν ὡς τὰ πολλὰ γίνεται, πυρετοί τε μακροὶ, καὶ κοιλίης· ῥύσιες, καὶ σηπεδόνες, καὶ ἐπίληπτοι, καὶ ἀπόπληκτοι, καὶ κυνάγχαι· ἐν δὲ τοῖσιν αὐχμοῖσι, φθινάδες, ὀφθαλμίαι, ἀρθρίτιδες, στραγγουρίαι, καὶ δυσεντερίαι.
17 αἱ δὲ καθʼ ἡμέρην καταστάσιες, αἱ μὲν βόρειοι τά τε σώματα ξυνιστᾶσι, καὶ εὔτονα καὶ εὐκίνητα καὶ εὔχροα καὶ εὐηκοώτερα ποιέουσι, καὶ τὰς κοιλίας ξηραίνουσι, καὶ τὰ ὄμματα δάκνουσι, καὶ περὶ τὸν θώρηκα ἄλγημα ἤν τι προϋπάρχῃ, μᾶλλον πονέουσιν· αἱ δὲ νότιοι διαλύουσι τὰ σώματα καὶ ὑγραίνουσι, καὶ βαρυηκοΐας καὶ καρηβαρίας καὶ ἰλίγγους ποιέουσιν, ἐν δὲ τοῖσιν ὀφθαλμοῖσι καὶ τοῖσι σώμασι δυσκινησίην, καὶ τὰς κοιλίας ὑγραίνουσιν.
18 κατὰ δὲ τὰς ὥρας, τοῦ μὲν ἦρος καὶ ἄκρου τοῦ θέρεος, οἱ παῖδες καὶ οἱ τουτέων ἐχόμενοι τῇσιν ἡλικίῃσιν, ἄριστά τε διἄγουσι, καὶ ὑγιαίνουσι μάλιστα· τοῦ δὲ θέρεος καὶ τοῦ φθινοπώρου, μέχρι μέν τινος οἱ γέροντες· τὸ δὲ λοιπὸν, καὶ τοῦ χειμῶνος, οἱ μέσοι τῇσιν ἡλικίῃσιν.
19 νοσήματα δὲ πάντα μὲν ἐν πάσῃσι τῇσιν ὥρῃσι γίνεται, μᾶλλον δʼ ἔνια κατʼ ἐνίας αὐτέων καὶ γίνεται καὶ παροξύνεται.
20 τοῦ μὲν γὰρ ἦρος, τὰ μανικὰ, καὶ τὰ μελαγχολικὰ, καὶ τὰ ἐπιληπτικὰ, καὶ αἵματος ῥύσιες, καὶ κυνάγχαι, καὶ κόρυζαι, καὶ βράγχοι, καὶ βῆχες, καὶ λέπραι, καὶ λειχῆνες, καὶ ἀλφοὶ, καὶ ἐξανθήσιες ἑλκώδεες πλεῖσται, καὶ φύματα, καὶ ἀρθριτικά.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme