Thesauros Literature medicine Μοχλικός

Μοχλικός

Μοχλικός Hippocrates
16 χειρὸς δὲ ἄρθρον ὀλισθάνει ἢ ἔσω, ἢ ἔξω, ἔσω δὲ τὰ πλεῖστα. σημεῖα δʼ εὔσημα· ἢν μὲν ἔσω, ξυγκάμπτειν ὅλως σφῶν τοὺς δακτύλους οὐ δύνανται· ἢν δʼ ἔξω, ἐκτείνειν. ἐμβολὴ δὲ, ὑπὲρ τραπέζης τοὺς δακτύλους ἔχων, τοὺς μὲν τείνειν, τοὺς δʼ ἀντιτείνειν, τὸ δὲ ἐξέχον ἢ θέναρι ἢ πτέρνῃ ἅμα ἀπωθέειν πρόσω καὶ κάτωθεν κατὰ τὸ ἕτερον ὀστέον, ὄγκον τε μαλθακὸν ὑποθεὶς, κἢν μὲν ἄνω, καταστρέψας τὴν χεῖρα, ἢν δὲ κάτω, ὑπτίην. ἴησις, ὀθονίοισιν.
17 ὅλη δὲ ἡ χεὶρ ὀλισθάνει ἢ ἔσω ἢ ἔξω, μάλιστα δὲ ἔσω, ἢ ἔνθα ἢ ἔνθα· ἔστι δʼ ὅτε ἡ ἐπίφυσις ἐκινήθη· ἔστι δʼ ὅτε τὸ ἕτερον τῶν ὀστέων διέστη. τουτέοισι κατάτασις ἰσχυρὴ ποιητέη, καὶ τὸ μὲν ἐξέχον ἀπωθέειν, τὸ δʼ ἕτερον ἀντωθέειν, δύο εἴδεα ἅμα, καὶ ἐς τοὐπίσω καὶ ἐς τὸ πλάγιον, ἢ χερσὶν ἐπὶ τραπέζης, ἢ πτέρνῃ. Παλίγκοτα δὲ καὶ ἀσχήμονα, τῷ χρόνῳ δὲ κρατύνεται ἐς χρῆσιν. ἴησις, ὀθονίοισι ξὺν τῇ χειρὶ καὶ τῷ πήχεϊ, καὶ νάρθηκας μέχρι δακτύλων τιθέναι· ἐν νάρθηξι δὲ τεθέντα ταῦτα πυκνότερον λύειν, ἢ τὰ κατήγματα, καὶ καταχύσει πλέονι χρῆσθαι.
18 ἐκ γενεῆς δὲ, βραχυτέρη ἡ χεὶρ γίνεται, καὶ ἡ μινύθησις σαρκῶν μάλιστα τἀναντία, ἢ ὡς τὸ ἔκπτωμα· ηὐξημένῳ δὲ τὰ ὀστέα μένει.
19 δακτύλου δὲ ἄρθρον ὀλισθὸν μὲν, εὔσημον, οὐ δεῖ γράφειν. ἐμβολὴ δὲ αὐτοῦ ἥδε· κατατείναντα ἐς ἰθὺ, τὸ μὲν ἐξέχον ἀπωθέειν, τὸ δὲ ἐναντίον ἀντωθέειν. ἴησις δὲ ἡ προσήκουσα, τοῖσιν ὀθονίοισιν ἐπίδεσις. μὴ ἐμπεσὸν γὰρ ἐπιπωροῦται ἔξωθεν. ἐκ γενεῆς δὲ ἢ ἐν αὐξήσει ἐξαρθρήσαντα τὰ ὀστέα βραχύνεται κάτω τοῦ ὀλισθήματος· καὶ σάρκες μινύθους τἀναντία μάλιστα, ἢ ὡς τὸ ἔκπτωμα· ηὐξημένῳ δὲ τὰ ὀστέα μένει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme