37
τὰ δʼ ἀπὸ καταπτώσιος ἧσσον δύναται ἐξιθύνεσθαι· χαλεπώτερα δὲ τὰ ἄνω φρενῶν ἐξιθύνεσθαι. οἷσι δὲ παισὶν, οὐ συναύξεται, ἀλλʼ ἢ σκέλη καὶ χεῖρες καὶ κεφαλή. ηὐξημένοισιν ὕβωσις, παραχρῆμα μὲν τῆς νούσου ῥύεται, ἀνὰ χρόνον δʼ ἐπισημαίνεται, διʼ ὧνπερ καὶ τοῖσι νεωτέροισιν, ἧσσον δὲ κακοήθως. εἰσὶ δὲ οἳ εὐφόρως ἤνεγκαν, οσιν ἂν ἐς εὔσαρκον καὶ πιμελῶδες τράπηται. ὀλίγοι δὲ τουτέων περὶ ἑξήκοντα ἔτεα ἐβίωσαν. ἀτὰρ καὶ ἐς τὰ πλάγια ιαστρέμματα γίνεται· συναίτια δὲ καὶ τὰ σχήματα, ἐν οἷσιν ἂν καακέωνται· καὶ ἔχει προγνώσιας.