Thesauros Literature medicine Περὶ ἄρθρων

Περὶ ἄρθρων

Περὶ ἄρθρων Hippocrates
31 ἢν δʼ ἀμφότεραι αἱ γνάθοι ἐξαρθρήσωσιν, ἡ μὲν ἴησις ἡ αὐτή. ξυμβάλλειν δέ τι ἧσσον οὗτοι τὸ στόμα δύνανται· καὶ γὰρ προπετέστεραι αἱ γένυες τούτοισιν, ἀστραβέες δέ· τὸ δὲ ἀστραβὲς μάλιστʼ ἂν γνοίης τοῖσιν ὁρίοισι τῶν ὀδόντων, τῶν τε ἄνω καὶ τῶν κάτω κατʼ ἴξιν. τούτοισι ξυμφέρει ἐμβάλλειν ὡς τάχιστα· ἐμβολῆς δὲ τρόπος πρόσθεν εἴρηται. ἢν δὲ μὴ ἐμπέσῃ, κίνδυνος περὶ τῆς ψυχῆς ὑπὸ πυρετῶν ξυνεχέων καὶ νωθρῆς καρώσιος (καρώδεες γὰρ οἱ μύες οὗτοι, καὶ ἀλλοιούμενοι, καὶ ἐντεινόμενοι παρὰ φύσιν· φιλέει δὲ καὶ ἡ γαστὴρ ὑποχωρέειν τούτοισι χολώδεα, ἄκρητα, ὀλίγα· καὶ ἢν ἐμέωσιν, ἄκρητα ἐμέουσιν· οὗτοι οὖν καὶ θνήσκουσι δεκαταῖοι μάλιστα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme