Thesauros Literature medicine Περὶ ἀγμῶν

Περὶ ἀγμῶν

Περὶ ἀγμῶν Hippocrates
17 ἢν δὲ τὸ ἕτερον ὀστέον κατεηγῇ ἐν κνήμῃ, κατατάσιος μὲν ἀσθενεστέρης δεῖται, οὐ μὴν ἐπιλείπειν χρὴ, οὐδὲ βλακεύειν ἐν τῇ κατατάσει, μάλιστα μὲν ἐν τῇ πρώτῃ ἐπιδέσει κατατείνεσθαι, ὅσον ἐφικνέεται αἰεί ποτε πάντα τὰ κατήγματα, εἰ δὲ μὴ, ὡς τάχιστα· ὅ τι γὰρ ἂν μὴ κατὰ τροπον ηὐθετισμένων τῶν ὀστέων ἐπιδέων τις πιέζῃ, ὀδυναίτερον τὸ χωρίον γίνεται. ἡ δὲ ἄλλη ἰητρείη ἡ αὐτή.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme