Thesauros Literature medicine Περὶ τῶν ἐν κεφαλῇ τρωμάτων

Περὶ τῶν ἐν κεφαλῇ τρωμάτων

Περὶ τῶν ἐν κεφαλῇ τρωμάτων Hippocrates
4 τιτρώσκεται δὲ ὀστέον τὸ ἐν τῇ κεφαλῇ τοσούσδε τρόπους· τῶν δὲ τρόπων ἑκάστου πλέονες ἰδέαι γίγνονται τοῦ κατήγματος ἐν τῇ τρώσει. ὀστέον ῤήγνυται τιτρωσκόμενον, καὶ τῷ περιέχοντι ὀστέῳ τὴν ῤωγμὴν, ἀνάγκη φλάσιν προσγίγνεσθαι, ἤνπερ ῤαγῇ· τῶν γὰρ βελέων ὅ τι περ ῤήγνυσι τὸ ὀστέον, τὸ αὐτὸ τοῦτο καὶ φλᾷ τὸ ὀστέον ἢ μᾶλλον, ἢ ἧσσον, αὐτό τε ἐν ᾧπερ καὶ ῤήγνυσι τὴν ῤωγμὴν, καὶ τὰ περιέχοντα ὀστέα τὴν ῤώγμήν· εἷς οὗτος τρόπος. ἰδέαι δὲ ῤωγμέων παντοῖαι γίγνονται· καὶ γὰρ λεπτότεραί τε καὶ λεπταὶ πάνυ, ὥστε οὐ καταφανέες γίγνονται ἔστιν αἳ τῶν ῤωγμέων, οὔτε αὐτίκα μετὰ τὴν τρῶσιν, οὔτʼ ἐν τῇσιν ἡμέρῃσιν, ἐν ᾗσιν ἂν καὶ πλέον ὄφελος γένοιτο ἐκ τούτου τῷ ἀνθρώπῳ· αἱ δʼ αὖ παχύτεραί τε καὶ εὐρύτεραι ῤήγνυνται τῶν ῤωγμέων· ἔνιαι δὲ καὶ πάνυ εὐρέαι. ἔστι δὲ αὐτέων καὶ αἳ μὲν ἐπὶ μακρότερον ῤήγνυνται, αἳ δὲ ἐπὶ βραχύτερον. καὶ αἱ μὲν ἰθύτεραί τε καὶ ἰθεῖαι πάνυ, αἱ δὲ καμπυλώτεραί τε καὶ καμπύλαι· καὶ βαθύτεραί τε ἐς τὸ κάτω καὶ διὰ παντὸς τοῦ ὀστέου, καὶ ἧσσον βαθεῖαι ἐς τὸ κάτω, καὶ οὐ διὰ παντὸς τοῦ ὀστέου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme