Thesauros Literature medicine Περὶ τῶν ἐν κεφαλῇ τρωμάτων

Περὶ τῶν ἐν κεφαλῇ τρωμάτων

Περὶ τῶν ἐν κεφαλῇ τρωμάτων Hippocrates
3 αἱ δὲ ἕδραι τῶν βελέων τῶν ὀξέων καὶ κουφοτέρων, αὐταὶ ἐπὶ σφῶν αὐτέων γινόμεναι ἐν τῷ ὀστέῳ, ἄνευ ῤωγμῆς τε καὶ φλάσιος, ἢ ἔσω ἐσφλάσιος (αὗται δὲ γίνονται ὁμοίως ἔν τε τῷ ἔμπροσθεν τῆς κεφαλῆς, καὶ ἐν τῷ ὄπισθεν), ἐκ τουτέων ὁ θάνατος οὐ γίνεται κατά γε δίκην, οὐδʼ ἢν γένηται. Ῥαφὴ δὲ ἐν ἕλκει φανεῖσα, ὀστέου ψιλωθέντος, πανταχοῦ τῆς κεφαλῆς τοῦ ἕλκεος γενομένου, ἀσθενέστατον γίγνεται τῇ τρώσει καὶ τῷ βέλει ἀντέχειν, εἰ τύχοι τὸ βέλος ἐς αὐτὴν τὴν ῤαφὴν στηριχθέν· πάντων δὲ μάλιστα ἐν τῷ βρέγματι γενόμενον κατὰ τὸ ἀσθενέστατον τῆς κεφαλῆς, καὶ αἱ ῤαφαὶ εἰ τύχοιεν ἐοῦσαι περὶ τὸ ἕλκος, καὶ τὸ βέλος αὐτέων τύχοι τῶν ῤαφῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme