Book 3
11
ια′.ἑτέρην ἐξ ἀποφθορῆς περὶ πεντάμηνον, Ἱκέτεω γυναῖκα, πῦρ ἔλαβεν. ἀρχομένη κωματώδης ἦν, καὶ πάλιν ἄγρυπνος, ὀσφύος ὀδύνη, κεφαλῆς βάρος. δευτέρῃ κοιλίη ἐπεταράχθη ὀλίγοισι, λεπτοῖσιν, ἀκρήτοισι τὸ πρῶτον. τρίτῃ πλείω, χείρω· νυκτὸς οὐδὲν ἐκοιμήθη. τετάρτῃ παρέκρουσε, φόβοι, δυσθυμίαι. δεξιῷ ἴλλαινε, ἵδρωσε περι κεφαλὴν ὀλίγῳ ψυχρῷ, ἄκρεα ψυχρά· πέμπτῃ πάντα παρωξύνθη, πολλὰ παρέλεγε καὶ πάλιν ταχὺ κατενόει· ἄδιψος, ἄγρυπνος, κοιλίη πολλοῖσιν ἀκαίροισι διὰ τέλεος· οὖρα ὀλίγα, λεπτά, ὑπομέλανα· ἄκρεα ψυχρά, ὑποπέλιδνα. ἕκτῃ διὰ τῶν αὐτῶν. ἑβδόμῃ ἀπέθανε.