Book 3
4
δ′.ἐν Θάσῳ Φιλιστῆς κεφαλὴν ἐπόνει χρόνον πολὺν καί ποτε καὶ ὑποκαρωθεὶς κατεκλίθη· ἐκ δὲ πότων πυρετῶν συνεχέων γενομένων ὁ πόνος παρωξύνθη. νυκτὸς ἐπεθερμάνθη τὸ πρῶτον. τῇ πρώτῃ ἤμεσε χολώδεα, ὀλίγα, ξανθὰ τὸ πρῶτον, μετὰ δὲ ταῦτα ἰώδεα πλείω, ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθε· νύκτα δυσφόρως. δευτέρῃ κώφωσις, πυρετὸς ὀξύς, ὑποχόνδριον δεξιὸν συνετάθη, ἔρρεπεν ἐς τὰ ἔσω· οὖρα λεπτά, διαφανέα, εἶχεν ἐναιώρημα γονοειδές, σμικρόν· ἐξεμάνη περὶ μέσον ἡμέρης. τρίτῃ δυσφόρως. τετάρτῃ σπασμοί, παρωξύνθη. πέμπτῃ πρωὶ ἀπέθανεν.