Thesauros Literature medicine Ἐπιδημίων

Ἐπιδημίων

Ἐπιδημίων Hippocrates

Book 3

7 ζ′. ἐν Ἀβδήροισι τὴν παρθένον, ἣ κατέκειτο ἐπὶ τῆς ἱρῆς ὁδοῦ, πυρετὸς καυσώδης ἔλαβεν· ἦν δὲ διψώδης καὶ ἄγρυπνος. κατέβη δὲ τὰ γυναικεῖα πρῶτον αὐτῇ. ἕκτῃ ἄση πολλή, ἔρευθος, φρικώδης, ἀλύουσα. ἑβδόμῃ διὰ τῶν αὐτῶν, οὖρα λεπτὰ μέν, εὔχρω δέ, τὰ περὶ τὴν κοιλίην οὐκ ἠνώχλει. ὀγδόῃ κώφωσις, πυρετὸς ὀξύς, ἄγρυπνος, ἀσώδης, φρικώδης, κατενόει, οὖρα ὅμοια. ἐνάτῃ διὰ τῶν αὐτῶν· καὶ τὰς ἑπομένας οὕτως· ἡ κώφωσις παρέμενε. τεσσαρεσκαιδεκάτῃ τὰ τῆς γνώμης ταραχώδεα, ὁ πυρετὸς συνέδωκεν. ἑπτακαιδεκάτῃ διὰ ῥινῶν ἐρρύη πολύ, ἡ κώφωσις σμικρὰ συνέδωκε. καὶ τὰς ἑπομένας ἄση, κωφότης· ἐνῆν καὶ παράληρος. εἰκοστῇ ποδῶν ὀδύνη· κωφότης, παράληρος ἀπέλιπεν, ᾑμορράγησε σμικρὰ διὰ ῥινῶν, ἵδρωσεν, ἄπυρος. εἰκοστῇ τετάρτῃ ὁ πυρετὸς ὑπέστρεψε, κώφωσις πάλιν, ποδῶν ὀδύνη παρέμεινεν, παρακοπή. εἰκοστῇ ἑβδόμῃ ἵδρωσε πολλῷ, ἄπυρος, ἡ κώφωσις ἐξέλιπεν, ἡ τῶν ποδῶν ὑπέμενεν ὀδύνη, τὰ δʼ ἄλλα τελέως ἐκρίθη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme