Book 1
2
πρωὶ δὲ τοῦ θέρεος ἀρξάμενοι διὰ θέρεος καὶ κατὰ χειμῶνα πολλοὶ τῶν ἤδη πολὺν χρόνον ὑποφερομένων φθινώδεες κατεκλίνησαν, ἐπεὶ καὶ τοῖς ἐνδοιαστῶς ἔχουσι πολλοῖσιν ἐβεβαίωσε τότε. ἔστι δʼ οἷσιν ἤρξατο πρῶτον τότε, οἷσιν ἔρρεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες. ἀπέθανον δὲ πολλοὶ καὶ πλεῖστοι τούτων, καὶ τῶν κατακλινέντων οὐκ οἶδα εἴ τις οὐδʼ εἰ μέτριον χρόνον περιεγένετο. ἀπέθνῃσκον δὲ ὀξυτέρως ἢ ὡς εἴθισται διάγειν τὰ τοιαῦτα· ὡς τά γε ἄλλα καὶ μακρότερα καὶ ἐν πυρετοῖσιν ἐόντα εὐφόρως ἤνεγκαν καὶ οὐκ ἀπέθνῃσκον, περὶ ὧν γεγράψεται. μοῦνον γὰρ καὶ μέγιστον τῶν γενομένων νοσημάτων τοὺς πολλοὺς τὸ φθινῶδες ἔκτεινεν.