Book 1
13
χΙΙΙ. ἐν Θάσῳ πρὸ ἀρκτούρου ὀλίγον καὶ ἐπʼ ἀρκτούρου ὕδατα πολλὰ μεγάλα ἐν βορείοις. περὶ δὲ ἰσημερίην καὶ μέχρι πληϊάδος νότια ὕσματα ὀλίγα. χειμὼν βόρειος, αὐχμοί, ψύχεα, πνεύματα μεγάλα, χιόνες. περὶ δὲ ἰσημερίην χειμῶνες μέγιστοι. ἔαρ βόρειον, αὐχμοί, ὕσματα ὀλίγα, ψύχεα. περὶ δὲ ἡλίου τροπὰς θερινὰς ὕδατα ὀλίγα, μεγάλα ψύχεα μέχρι κυνὸς ἐπλησίασε. μετὰ δὲ κύνα μέχρι ἀρκτούρου θέρος θερμόν· καύματα μεγάλα καὶ οὐκ ἐκ προσαγωγῆς, ἀλλὰ συνεχέα καὶ βίαια· ὕδωρ οὐκ ἐγένετο· ἐτησίαι ἔπνευσαν. περὶ ἀρκτοῦρον ὕσματα νότια μέχρι ἰσημερίης.
14
χΙϝ. ἐν τῇ καταστάσει ταύτῃ κατὰ χειμῶνα μὲν ἤρξαντο παραπληγίαι καὶ πολλοῖσιν ἐγίνοντο, καὶ τινὲς αὐτῶν ἔθνῃσκον διὰ ταχέων· καὶ γὰρ ἄλλως τὸ νόσημα ἐπίδημον ἦν· τὰ δὲ ἄλλα διετέλεον ἄνοσοι. πρωϊ δὲ τοῦ ἦρος ἤρξαντο καῦσοι καὶ διετέλεον μέχρι ἰσημερίης καὶ πρὸς τὸ θέρος. ὅσοι μὲν οὖν ἦρος καὶ θέρεος ἀρξαμένου αὐτίκα νοσεῖν ἤρξαντο, οἱ πλεῖστοι διεσῴζοντο, ὀλίγοι δέ τινες ἔθνῃσκον. ἤδη δὲ τοῦ φθινοπώρου καὶ τῶν ὑσμάτων γενομένων θανατώδεες ἦσαν καὶ πλείους ἀπωλλυντο.
14
ἦν δὲ τὰ παθήματα τῶν καύσων, οἷσι μὲν καλῶς καὶ δαψιλέως ἐκ ῥινῶν αἱμορραγήσαι, διὰ τούτου μάλιστα σῴζεσθαι, καὶ οὐδένα οἶδα, εἰ καλῶς αἱμορραγήσαι, ἐν τῇ καταστάσει ταύτῃ ἀποθανόντα. Φιλίσκῳ γὰρ καὶ Ἐπαμείνονι καὶ Σιληνῷ τεταρταίῳ καὶ πεμπταίῳ σμικρὸν ἀπὸ ῥινῶν ἔσταξεν· ἀπέθανον. οἱ μὲν οὖν πλεῖστοι τῶν νοσησάντων περὶ κρίσιν ἐπερρίγουν καὶ μάλιστα οἷσι μὴ αἱμορραγήσαι. ἐπερρίγουν δὲ καὶ οὗτοι καὶ ἐφίδρουν.