Thesauros Literature medicine Περὶ διαίτης ὀξέων. Νόθα

Περὶ διαίτης ὀξέων. Νόθα

Περὶ διαίτης ὀξέων. Νόθα Hippocrates
36 τοῖσιν ὑπνωτικοῖσι, μηκώνιον, λεκίσκιον ἀττικὸν στρογγύλον, πόσις.
37 λεπίδος μῆλαι τρεῖς τῷ πλάτει, καὶ ἀλήτου σητανίου κόλλης· ταῦτα λεὶα τρίψας, κατάποτα ξυστρέψας, δίδου· κάτω ὕδωρ καθαίρει.
38 κοιλίην ἐκκοπροῖ· ἐς ἰσχάδας ὀποῦ τοῦ τιθυμάλλου ἀπόσταζε ἑπτάκις ἐς ἑκάστην, εἶτα ἐς καινὸν ἄγγος συνθεὶς ταμιεύεσθαι· δίδου πρὸ τῶν σιτίων.
39 καὶ τὸ μηκώνιον τρίβων, ὕδωρ ἐπιχέων, καὶ διηθέων, ἄλευρον φυρῶν, ἰτρίον ὀπτῶν, μέλι ἑφθὸν παραχέων, τοῖσιν ἑδρικοῖσιν ὁδερικοῖσί τε τρώγειν δίδου, καὶ ἐπιπίνειν οἶνον γλυκὺν, ὑδαρέα, ἢ μελίκρητον ὑδαρὲς, τὸ ἀπὸ τῶν κοπρίων· ἢ μηκώνιον ξυλλέγων ταμιεύου, καὶ θεράπευε.
← Previous 20 / 20

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme