Thesauros Literature medicine Προγνωστικόν

Προγνωστικόν

Προγνωστικόν Hippocrates
13 ἔμετος δὲ ὠφελιμώτατος ὁ φλέγματος καὶ χολῆς ξυμμεμιγμένων ὅτι μάλιστα· καὶ μὴ παχὺς κάρτα, μηδὲ πολὺς ἐμεέσθω· οἱ γὰρ ἀκρητέστεροι κακίους εἰσίν. εἰ δὲ εἴη τὸ ἐμεύμενον πρασοειδὲς, ἢ πελιὸν, ἢ μέλαν, ὅ τι ἂν ᾖ τουτέων τῶν χρωμάτων, νομίζειν χρὴ πονηρὸν εἶναι· εἰ δὲ καὶ πάντα τὰ χρώματα ὁ ωὐτὸς ἄνθρωπος ἐμέοι, κάρτα ὀλέθριον τοῦτο γίγνεται· τάχιστον δὲ θάνατον σημαίνει τὸ πελιὸν τῶν ἐμεσμάτων, εἰ ὄζει δυσῶδες. πᾶσαι δὲ αἱ ὑπόσαπροι καὶ δυσώδεες ὀσμαὶ κακαὶ ἐπὶ πᾶσι τοῖσιν ἐμεομένοισιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme