21
πολύγονον δὲ οὐχ οἷόν τε εἶναι φύσιν τοιαύτην. οὔτε γὰρ τῷ ἀνδρὶ ἡ ἐπιθυμίη τῆς μείξιος γίνεται πολλὴ διὰ τὴν ὑγρότητα τῆς φύσιος καὶ τῆς κοιλίης τὴν μαλθακότητά τε καὶ τὴν ψυχρότητα, ἀφʼ ὅτων ἥκιστα εἰκὸς ἄνδρα οἷόν τε λαγνεύειν· καὶ ἔτι ὑπὸ τῶν ἵππων αἰεὶ κοπτόμενοι ἀσθενέες γίνονται ἐς τὴν μεῖξιν. τοῖσι μὲν ἀνδράσιν αὗται αἱ προφάσιες γίνονται, τῇσι δὲ γυναιξὶν ἥ τε πιότης τῆς σαρκὸς καὶ ὑγρότης· οὐ γὰρ δύνανται ἔτι συναρπάζειν αἱ μῆτραι τὸν γόνον· οὔτε γὰρ ἐπιμήνιος κάθαρσις αὐτῇσι γίνεται ὡς χρεών ἐστιν, ἀλλʼ ὀλίγον καὶ διὰ χρόνου, τό τε στόμα τῶν μητρέων ὑπὸ πιμελῆς συγκλείεται καὶ οὐχ ὑποδέχεται τὸν γόνον· αὐταί τε ἀταλαίπωροι καὶ πίεραι καὶ αἱ κοιλίαι ψυχραὶ καὶ μαλθακαί. ὑπὸ τούτων τῶν ἀναγκέων οὐ πολύγονόν ἐστι τὸ γένος τὸ Σκυθικόν. μέγα δὲ τεκμήριον αἱ οἰκέτιδες ποιέουσιν· οὐ γὰρ φθάνουσι παρὰ ἄνδρα ἀφικνεύμεναι καὶ ἐν γαστρὶ ἴσχουσιν διὰ τὴν ταλαιπωρίην καὶ ἰσχνότητα τῆς σαρκός.