Thesauros Literature medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Book 1

1 ἐπειδὴ τὸ μὲν αἰσθάνεσθαί τε καὶ κινεῖσθαι κατὰ προαίρεσιν ἴδια τῶν ζῴων ἐστί, τὸ δʼ αὐξάνεσθαί τε καὶ τρέφεσθαι κοινὰ καὶ τοῖς φυτοῖς, εἴη ἂν τὰ μὲν πρότερα τῆς ψυχῆς, τὰ δὲ δεύτερα τῆς φύσεως ἔργα. εἰ δέ τις καὶ τοῖς φυτοῖς ψυχῆς μεταδίδωσι καὶ διαιρούμενος αὐτὰς ὀνομάζει φυτικὴν μὲν ταύτην, αἰσθητικὴν δὲ τὴν ἑτέραν, λέγει μὲν οὐδʼ οὗτος ἄλλα, τῇ λέξει δʼ οὐ πάνυ τῇ συνήθει κέχρηται. ἀλλʼ ἡμεῖς γε μεγίστην λέξεως ἀρετὴν σαφήνειαν εἶναι πεπεισμένοι καὶ ταύτην εἰδότες ὑπʼ οὐδενὸς οὕτως ὡς ὑπὸ τῶν ἀσυνήθων ὀνομάτων διαφθειρομένην, ὡς τοῖς πολλοῖς ἔθος, οὕτως ὀνομάζοντες ὑπὸ μὲν ψυχῆς θʼ ἅμα καὶ φύσεως τὰ ζῷα διοικεῖσθαί φαμεν, ὑπὸ δὲ φύσεως μόνης τὰ φυτὰ καὶ τό γʼ αὐξάνεσθαί τε καὶ τρέφεσθαι φύσεως ἔργα φαμέν, οὐ ψυχῆς.
2 καὶ ζητήσομεν κατὰ τόνδε τὸν λόγον, ὑπὸ τίνων γίγνεται δυνάμεων αὐτὰ δὴ ταῦτα καὶ εἰ δή τι ἄλλο φύσεως ἔργον ἐστίν.
2 ἀλλὰ πρότερόν γε διελέσθαι τε χρὴ καὶ μηνῦσαι σαφῶς ἕκαστον τῶν ὀνομάτων, οἷς χρησόμεθα κατὰ τόνδε τὸν λόγον, καὶ ἐφʼ ὅ τι φέρομεν πρᾶγμα. γενήσεται δὲ τοῦτʼ εὐθὺς ἔργων φυσικῶν διδασκαλία σὺν ταῖς τῶν ὀνομάτων ἐξηγήσεσιν.
1 / 64 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme