Thesauros Literature medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Book 3

3 καὶ χρὴ πάλιν κἀνταῦθα καταμαθεῖν τῆς φύσεως τὴν τέχνην, ὡς οὐ μόνον ἐνεργειῶν χρησίμων δυνάμεις ἐνέθηκεν ἑκάστῳ τῶν ὀργάνων, ἀλλὰ καὶ τοῦ τῶν ἡσυχιῶν τε καὶ κινήσεων καιροῦ προὐνοήσατο. καλῶς μὲν γὰρ ἁπάντων γιγνομένων τῶν κατὰ τὴν κύησιν ἡ ἀποκριτικὴ δύναμις ἡσυχάζει τελέως ὥσπερ οὐκ οὖσα, κακοπραγίας δέ τινος γενομένης ἢ περὶ τὸ χορίον ἢ περί τινα τῶν ἄλλων ὑμένων ἢ περὶ τὸ κυούμενον αὐτὸ καὶ τῆς τελειώσεως αὐτοῦ παντάπασιν ἀπογνωσθείσης οὐκέτʼ ἀναμένουσι τὸν ἐννεάμηνον αἱ μῆτραι χρόνον, ἀλλʼ ἡ μὲν καθεκτικὴ δύναμις αὐτίκα δὴ πέπαυται καὶ παραχωρεῖ κινεῖσθαι τῇ πρότερον ἀργούσῃ, πράττει δʼ ἤδη τι καὶ πραγματεύεται χρηστὸν ἡ ἀποκριτική τε καὶ προωστική· καὶ γὰρ οὖν καὶ ταύτην οὕτως ἐκάλεσαν ἀπὸ τῶν ἐνεργειῶν αὐτῇ τὰ ὀνόματα θέμενοι καθάπερ καὶ ταῖς ἄλλαις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme