Thesauros Literature medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Book 3

13 Οὕτως οὖν καὶ ἡ γαστὴρ ἐν ᾧ χρόνῳ δεῖται μὲν αὐτὴ τροφῆς, ἐσθίει δʼ οὐδέπω τὸ ζῷον, ἐν τούτῳ τῶν κατὰ τὸ ἧπαρ ἐξαρπάζει φλεβῶν. ἐπεὶ δὲ καὶ τὸν σπλῆνα διὰ τῶν ἔμπροσθεν ἐδείκνυμεν ὅσον ἐν ἥπατι παχύτερον ἕλκοντα κατεργάζεσθαί τε καὶ μεταβάλλειν ἐπὶ τὸ χρηστότερον, οὐδὲν οὐδʼ ἐνταῦθα θαυμαστὸν ἕλκεσθαί τι κἀκ τοῦ σπληνὸς εἰς ἕκαστον τῶν κοινωνούντων αὐτῷ κατὰ τὰς φλέβας ὀργάνων, οἷον εἰς ἐπίπλοον καὶ μεσεντέριον καὶ λεπτὸν ἔντερον καὶ κῶλον καὶ αὐτὴν τὴν γαστέρα· κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐξερεύγεσθαι μὲν εἰς τὴν γαστέρα τὸ περίττωμα καθʼ ἕτερον χρόνον, αὐτὸν δʼ αὖθις ἐκ τῆς γαστρὸς ἕλκειν τι τῆς οἰκείας τροφῆς ἐν ἑτέρῳ καιρῷ.
13 καθόλου δʼ εἰπεῖν, ὃ καὶ πρόσθεν ἤδη λέλεκται, πᾶν ἐκ παντὸς ἕλκειν τε καὶ πέμπειν ἐγχωρεῖ κατὰ διαφέροντας χρόνους, ὁμοιοτάτου γιγνομένου τοῦ συμβαίνοντος, ὡς εἰ καὶ ζῷα νοήσαις πολλὰ τροφὴν ἄφθονον ἐν κοινῷ κατακειμένην, εἰς ὅσον βούλεται, προσφερόμενα. καθʼ ὃν γὰρ ἤδη πέπαυται χρόνον ἕτερα, κατὰ τοῦτον εἰκὸς ἐσθίειν ἕτερα, καὶ μέλλειν γε τὰ μὲν παύεσθαι, τὰ δʼ ἄρχεσθαι, καί τινα μὲν συνεσθίοντα, τὰ δʼ ἀνὰ μέρος ἐσθίοντα καὶ ναὶ μὰ Δία γε τὸ ἕτερον ἁρπάζειν θατέρου πολλάκις, εἰ τὸ μὲν ἕτερον ἐπιδέοιτο, τῷ δʼ ἀφθόνως παρακέοιτο. καὶ οὕτως οὐδὲν θαυμαστὸν οὔτʼ ἐκ τῆς ἐσχάτης ἐπιφανείας εἴσω τι πάλιν ὑποστρέφειν οὔτε διὰ τῶν αὐτῶν ἀγγείων ἐξ ἥπατός τε καὶ σπληνὸς εἰς κοιλίαν ἀνενεχθῆναί τι, διʼ ὧν ἐκ ταύτης εἰς ἐκεῖνα πρότερον ἀνηνέχθη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme