Book 3
13
ὡς γάρ, εἰ κἂν ταῖς χερσί τινα σιτία κατέχοντες ἀλλήλων ἁρπάζοιμεν, εἰ μὲν ὁμοίως εἴημεν δεόμενοι, περιγίγνεσθαι τὸν ἰσχυρότερον εἰκός, εἰ δʼ οὗτος μὲν ἐμπεπλησμένος εἴη καὶ διὰ τοῦτʼ ἀμελῶς κατέχων τὰ περιττὰ ἢ καί τινι μεταδοῦναι ποθῶν, ὁ δʼ ἀσθενέστερος ὀρέγοιτο δεινῶς, οὐδὲν ἂν εἴη κώλυμα τοῦ μὴ πάντα λαβεῖν αὐτόν, οὕτω καὶ ἡ γαστὴρ ἐκ τοῦ ἥπατος ἐπισπᾶται Ῥᾳδίως, ὅταν αὐτὴ μὲν ἱκανῶς ὀρέγηται τροφῆς, ἐμπεπλησμένον δʼ ᾖ τὸ σπλάγχνον. καὶ τοῦ γε μὴ πεινῆν ἐνίοτε τὸ ζῷον ἡ περιουσία τῆς ἐν ἥπατι τροφῆς αἰτία· κρείττονα γὰρ ἔχουσα καὶ ἑτοιμοτέραν ἡ γαστὴρ τροφὴν οὐδὲν δεῖται τῆς ἔξωθεν· εἰ δέ γέ ποτε δέοιτο μέν, ἀποροίη δέ, πληροῦται περιττωμάτων. ἰχῶρες δέ τινές εἰσι ταῦτα χολώδεις τε καὶ φλεγματώδεις καὶ ὀρρώδεις, οὓς μόνους ἑλκούσῃ μεθίησιν αὐτῇ τὸ ἧπαρ, ὅταν ποτὲ καὶ αὐτὴ δέηται τροφῆς.