Book 3
12
νυνὶ δʼ οὐδέτερον τούτων πρόκειται λέγειν, ἀλλὰ τὰς φυσικὰς δυνάμεις μόνας ἀποδεικνύειν ἐν ἑκάστῳ τῶν ὀργάνων τέτταρας ὑπαρχούσας. ἐπὶ τοῦτʼ οὖν πάλιν ἐπανελθόντες ἀναμνήσωμέν τε τῶν ἔμπροσθεν εἰρημένων ἐπιθῶμέν τε κεφαλὴν ἤδη τῷ λόγῳ παντὶ τὸ λεῖπον ἔτι προσθέντες. ἐπειδὴ γὰρ ἕκαστον τῶν ἐν τῷ ζῴῳ μορίων ἕλκειν εἰς ἑαυτὸ τὸν οἰκεῖον χυμὸν ἀποδέδεικται καὶ πρώτη σχεδὸν αὕτη τῶν φυσικῶν ἐστι δυνάμεων, ἐφεξῆς ἐκείνῳ γνωστέον, ὡς οὐ πρότερον ἀποτρίβεται τὴν ἑλχθεῖσαν τροφὴν ἤτοι σύμπασαν ἢ καί τι περίττωμα αὐτῆς, πρὶν ἂν εἰς ἐναντίαν μεταπέσῃ διάθεσιν ἢ αὐτὸ τὸ ὄργανον ἢ καὶ τῶν περιεχομένων ἐν αὐτῷ τὰ πλεῖστα. ἡ μὲν οὖν γαστήρ, ἐπειδὰν μὲν ἱκανῶς ἐμπλησθῇ τῶν σιτίων καὶ τὸ χρηστότατον αὐτῶν εἰς τοὺς ἑαυτῆς χιτῶνας ἐναπόθηται βδάλλουσα, τηνικαῦτʼ ἤδη τὸ λοιπὸν ἀποτρίβεται καθάπερ ἄχθος ἀλλότριον· αἱ κύστεις δʼ, ἐπειδὰν ἕκαστον τῶν ἑλχθέντων ἢ τῷ πλήθει διατεῖνον ἢ τῇ ποιότητι δάκνον ἀνιαρὸν γένηται.