Book 3
2
ἀλλʼ ἔστιν ἐν τοῖς μάλιστα κοιλότατα καὶ μέγιστα τῶν τοῦ ζῴου μορίων ἥ τε γαστὴρ καὶ αἱ μῆτραί τε καὶ ὑστέραι καλούμεναι. τί οὖν κωλύει ταῦτα πρῶτα προχειρισαμένους ἐπισκέψασθαι τὰς ἐνεργείας αὐτῶν, ὅσαι μὲν καὶ πρὸ τῆς ἀνατομῆς δῆλαι, τὴν ἐξέτασιν ἐφʼ ἡμῶν αὐτῶν ποιουμένους, ὅσαι δʼ ἀμυδρότεραι, τὰ παραπλήσια διαιροῦντας ἀνθ ρώπῳ ζῷα, οὐχ ὡς οὐκ ἂν ἱκανῶς τό γε καθόλου περὶ τῆς ζητουμένης δυνάμεως καὶ τῶν ἀνομοίων ἐνδειξομένων, ἀλλʼ ὡς ἵνʼ ἅμα τῷ κοινῷ καὶ τὸ ἴδιον ἐφʼ ἡμῶν αὐτῶν ἐγνωκότες εἴς τε τὰς διαγνώσεις τῶν νοσημάτων καὶ τὰς ἰάσεις εὐπορώτεροι γιγνώμεθα.
2
περὶ μὲν οὖν ἀμφοτέρων τῶν ὀργάνων ἅμα λέγειν ἀδύνατον, ἐν μέρει δʼ ὑπὲρ ἑκατέρου ποιησόμεθα τὸν λόγον ἀπὸ τοῦ σαφέστερον ἐνδείξασθαι δυναμένου τὴν καθεκτικὴν δύναμιν ἀρξάμενοι. κατέχει μὲν γὰρ καὶ ἡ γαστὴρ τὰ σιτία, μέχρι περ ἂν ἐκπέψῃ, κατέχουσι δὲ καὶ αἱ μῆτραι τὸ ἔμβρυον, ἔστʼ ἂν τελειώσωσιν· ἀλλὰ πολλαπλάσιός ἐστιν ὁ τῆς τῶν ἐμβρύων τελειώσεως χρόνος τῆς τῶν σιτίων πέψεως.