Book 3
8
καὶ ἡ κατὰ τὸν ἔμετον δὲ τῶν ἐμουμένων ἄχρι τοῦ στόματος φορὰ πάντως μέν που καὶ αὐτὴ τὰ μὲν ὑπὸ τῶν ἀναφερομένων διατεινόμενα μέρη τοῦ στομάχου διεστῶτα κέκτηται, τῶν πρόσω δʼ ὅ τι ἂν ἑκάστοτʼ ἐπιλαμβάνηται, τοῦτʼ ἀρχόμενον διαστέλλεται, τὸ δʼ ὄπισθεν καταλείπει δηλονότι συστελλόμενον, ὥσθʼ ὁμοίαν εἶναι πάντη τὴν διάθεσιν τοῦ στομάχου κατά γε τοῦτο τῇ τῶν καταπινόντων· ἀλλὰ τῆς ὁλκῆς μὴ παρούσης τὸ μῆκος ὅλον ἴσον ἐν τοῖς τοιούτοις συμπτώμασι διαφυλάττεται.
8
διὰ τοῦτο δὲ καὶ καταπίνειν Ῥᾷόν ἐστιν ἢ ἐμεῖν, ὅτι καταπίνεται μὲν ἀμφοῖν τῆς γαστρὸς τῶν χιτώνων ἐνεργούντων, τοῦ μὲν ἐντὸς ἕλκοντος, τοῦ δʼ ἐκτὸς περιστελλομένου τε καὶ συνεπωθοῦντος, ἐμεῖται δὲ θατέρου μόνου τοῦ ἔξωθεν ἐνεργοῦντος, οὐδενὸς ἕλκοντος εἰς τὸ στόμα. οὐ γὰρ δὴ ὥσπερ ἡ τῆς γαστρὸς ὄρεξις προηγεῖτο τοῦ καταπίνειν τὰ σιτία, τὸν αὐτὸν τρόπον κἀν τοῖς ἐμέτοις ἐπιθυμεῖ τι τῶν κατὰ τὸ στόμα μορίων τοῦ γιγνομένου παθήματος, ἀλλʼ ἄμφω τῆς γαστρὸς αὐτῆς εἰσιν ἐναντίαι διαθέσεις, ὀρεγομένης μὲν καὶ προσιεμένης τὰ χρήσιμά τε καὶ οἰκεῖα, δυσχεραινούσης δὲ καὶ ἀποτριβομένης τὰ ἀλλότρια. διὸ καὶ τὸ καταπίνειν αὐτὸ τοῖς μὲν ἱκανῶς ὀρεγομένοις τῶν οἰκείων ἐδεσμάτων τῇ γαστρὶ τάχιστα γίγνεται, σαφῶς ἑλκούσης αὐτὰ καὶ κατασπώσης πρὶν ἢ μασηθῆναι, τοῖς δʼ ἤτοι φάρμακόν τι κατʼ ἀνάγκην πίνουσιν ἢ σιτίον ἐν χώρᾳ φαρμάκου προσφερομένοις ἀνιαρὰ καὶ μόγις ἡ κατάποσις αὐτῶν ἐπιτελεῖται.