Book 2
3
τίνος ἀλλοιώσαντος καὶ τίνος πήξαντος καὶ τίνος διαπλάσαντος ἐδεόμην ἄν μοι τὸν Ἐρασίστρατον αὐτὸν ἀποκρίνασθαι. πάντως γὰρ ἂν εἶπεν ἤτοι τὴν φύσιν ἢ τὸ σπέρμα, ταὐτὸν μὲν λέγων καθʼ ἑκάτερον, διαφόροις δʼ ἐπινοίαις ἑρμηνεύων· ὃ γὰρ ἦν πρότερον σπέρμα, τοῦθʼ, ὅταν ἄρξηται φύειν τε καὶ διαπλάττειν τὸ ζῷον, φύσις τις γίγνεται. καθάπερ γὰρ ὁ Φειδίας εἶχε μὲν τὰς δυνάμεις τῆς τέχνης καὶ πρὶν ψαύειν τῆς ὕλης, ἐνήργει δʼ αὐταῖς περὶ τὴν ὕλην--ἅπασα γὰρ δύναμις ἀργεῖ ἀποροῦσα τῆς οἰκείας ὕλησ--, οὕτω καὶ τὸ σπέρμα τὰς μὲν δυνάμεις οἴκοθεν ἐκέκτητο, τὰς δʼ ἐνεργείας οὐκ ἐκ τῆς ὕλης ἔλαβεν, ἀλλὰ περὶ τὴν ὕλην ἐπεδείξατο.
3
καὶ μὴν εἰ πολλῷ μὲν ἐπικλύζοιτο τῷ αἵματι τὸ σπέρμα, διαφθείροιτʼ ἄν· εἰ δʼ ὅλως ἀποροίη παντάπασιν ἀργοῦν, οὐκ ἂν γένοιτο φύσις. ἵνʼ οὖν μήτε φθείρηται καὶ γίγνηται φύσις ἀντὶ σπέρματος, ὀλίγον ἐπιρρεῖν ἀναγκαῖον αὐτῷ τοῦ αἵματος, μᾶλλον δʼ οὐκ ὀλίγον λέγειν χρή, ἀλλὰ σύμμετρον τῷ πλήθει τοῦ σπέρματος. τίς οὖν ὁ μετρῶν αὐτοῦ τὸ ποσὸν τῆς ἐπιρροῆς; τίς ὁ κωλύων ἰέναι πλέον; τίς ὁ προτρέπων, ἵνʼ ἐνδεέστερον μὴ ἴῃ; τίνα ζητήσομεν ἐνταῦθα τρίτον ἐπιστάτην τοῦ ζῴου τῆς γενέσεως, ὃς χορηγήσει τῷ σπέρματι τὸ σύμμετρον αἷμα; τί ἂν εἶπεν Ἐρασίστρατος, εἰ ζῶν ταῦτʼ ἠρωτήθη; τὸ σπέρμα αὐτὸ δηλονότι· τοῦτο γάρ ἐστιν ὁ τεχνίτης ὁ ἀναλογῶν τῷ Φειδίᾳ, τὸ δʼ αἷμα τῷ κηρῷ προσέοικεν.