Book 2
2
Ἀναμνηστέον οὖν αὖθις αὐτόν, κἂν μὴ βούληται, τῶν νεφρῶν καὶ λεκτέον, ὡς ἔλεγχος οὗτοι φανερώτατος ἁπάντων τῶν ἀποχωρούντων τῆς ὁλκῆς· οὐδεὶς γὰρ οὐδὲν οὔτʼ εἶπε πιθανόν, ἀλλʼ οὐδʼ ἐξευρεῖν εἶχε κατʼ οὐδένα τρόπον, ὡς ἔμπροσθεν ἐδείκνυμεν, ἕτερον αἴτιον οὔρων διακρίσεως, ἀλλʼ ἀναγκαῖον ἢ μαίνεσθαι δοκεῖν, εἰ φήσαιμεν ἀτμοειδῶς εἰς τὴν κύστιν ἴέναι τὸ οὖρον ἢ ἀσχημονεῖν τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας μνημονεύοντας, ληρώδους μὲν οὔσης κἀπὶ τοῦ αἵματος, ἀδυνάτου δὲ καὶ ἠλιθίου παντάπασιν ἐπὶ τῶν οὔρων.
2
Ν̔ μὲν δὴ τοῦτο σφάλμα τῶν ἀποστάντων τῆς ὁλκῆς· ἕτερον δὲ τὸ περὶ τῆς κατὰ τὴν ξανθὴν χολὴν διακρίσεως. οὐδὲ γὰρ οὐδʼ ἐκεῖ παραρρέοντος τοῦ αἵματος τὰ στόματα τῶν χοληδόχων ἀγγείων ἀκριβῶς διακριθήσεται τὸ χολῶδες περίττωμα. καὶ μὴ διακρινέσθω, φασίν, ἀλλὰ συναναφερέσθω τῷ αἵματι πάντη τοῦ σώματος. ἀλλʼ, ὦ σοφώτατοι, προνοητικὴν τοῦ ζῴου καὶ τεχνικὴν αὐτὸς ὁ Ἐρασίστρατος ὑπέθετο τὴν φυσιν. ἀλλὰ καὶ τὸ χολῶδες ὑγρὸν ἄχρηστον εἶναι πανταπάσι τοῖς ζῴοις ἔφασκεν. οὐ συμβαίνει δʼ ἀλλήλοις ἄμφω ταῦτα. πῶς γὰρ ἂν ἔτι προνοεῖσθαι τοῦ ζῴου δόξειεν ἐπιτρέπουσα συναναφέρεσθαι τῷ αἵματι μοχθηρὸν οὕτω χυμόν;