Book 2
6
Κάλλιον δʼ ἄν μοι δοκῶ τὸ ζητού μενον ἐπὶ τῶν νενοσηκότων καὶ σφόδρα καταλελεπτυσμένων βασανισθῆναι. πάντα γὰρ τούτοις ἐναργῶς φαίνεται τὰ μόρια τοῦ σώματος ἄτροφα καὶ λεπτὰ καὶ πολλῆς προσθήκης τε καὶ ἀναθρέψεως δεόμενα. καὶ τοίνυν καὶ τὸ νεῦρον τοῦτο τὸ αἰσθητόν, ἐφʼ οὗπερ ἐξ ἀρχῆς ἐποιησάμην τὸν λόγον, ἰσχνὸν μὲν ἱκανῶς γέγονε, δεῖται δὲ θρέψεως. ἔχει δʼ ἐν ἑαυτῷ μέρη πάμπολλα μὲν ἐκεῖνα τὰ πρῶτα καὶ ἀόρατα νεῦρα τὰ σμικρὰ καί τινας ἀρτηρίας ἁπλᾶς ὀλίγας καὶ φλέβας ὁμοίως. ἅπαντʼ οὖν αὐτοῦ τὰ νεῦρα τὰ στοιχειώδη καταλελέπτυνται δηλονότι καὶ αὐτά, ἤ, εἰ μηδʼ ἐκεῖνα, οὐδὲ τὸ ὅλον. καὶ τοίνυν καὶ θρέψεως οὐ τὸ μὲν ὅλον δεῖται νεῦρον, ἕκαστον δʼ ἐκείνων οὐ δεῖται. καὶ μὴν εἰ δεῖται μὲν ἀναθρέψεως, οὐδὲν δʼ ἡ πρὸς τὸ κενούμενον ἀκολουθία βοηθεῖν αὐτοῖς δύναται διά τε τὰς ἔμπροσθεν εἰρημένας ἀπορίας καὶ διὰ τὴν ὑπόγυιον ἰσχνότητα, καθάπερ δείξω, ζητητέον ἡμῖν ἐστιν ἑτέραν αἰτίαν θρέψεως.