Thesauros Literature medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Book 1

17 τίς οὖν ἡ διαδεξαμένη ταύτην δόξα καταγνωσθεῖσαν; ἐμοὶ μὲν ἠλιθιωτέρα μακρῷ φαίνεται τῆς προτέρας. ἤκμασε δʼ οὖν καὶ αὕτη ποτέ. φασὶ γάρ, εἰ κατὰ τῆς γῆς ἐκχυθείη μεμιγμένον ἔλαιον ὕδατι, διάφορον ἑκάτερον ὁδὸν βαδιεῖσθαι καὶ Ῥυήσεσθαι τὸ μὲν τῇδε, τὸ δὲ τῇδε. θαυμαστὸν οὖν οὐδὲν εἶναί φασιν, εἰ τὸ μὲν ὑδατῶδες ὑγρὸν εἰς τοὺς νεφροὺς Ῥεῖ, τὸ δʼ αἷμα διὰ τῆς κοίλης φέρεται κάτω. κατέγνωσται οὖν ἤδη καὶ ἥδε ἡ δόξα. διὰ τί γὰρ ἀπὸ τῆς κοίλης μυρίων ἐκπεφυκυιῶν φλεβῶν αἷμα μὲν εἰς τὰς ἄλλας ἁπάσας, ἡ δʼ ὀρρώδης ὑγρότης εἰς τὰς ἐπὶ τοὺς νεφροὺς φερομένας ἐκτρέπεται; τοῦτʼ αὐτὸ τὸ ζητούμενον οὐκ εἰρήκασιν, ἀλλὰ τὸ γιγνόμενον εἰπόντες μόνον οἴονται τὴν αἰτίαν ἀποδεδωκέναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme