Book 1
16
ἀλλὰ περὶ μὲν τῆς κοιλίας αὖθις. ἡ δὲ τῆς τροφῆς ἀνάδοσις οὐδὲν δεῖται τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας ἅπαξ γε τῆς ἑλκτικῆς δυνάμεως ἐπὶ τῶν νεφρῶν ὡμολογημένης, ἣν καίτοι πάνυ σαφῶς ἀληθῆ γιγνώσκων ὑπάρχειν ὁ Ἐρασίστρατος οὔτʼ ἐμνημόνευσεν οὔτʼ ἀντεῖπεν οὔθʼ ὅλως ἀπεφήνατο, τίνʼ ἔχει δόξαν ὑπὲρ τῆς τῶν οὔρων διακρίσεως.