Book 1
15
τὸ μὲν ἕτερον μέρος τῆς κοίλης ἄνω πρὸς τὴν καρδίαν ἀναφέρεται, τὸ λοιπὸν δʼ ἐπιβαίνει τῇ Ῥάχει καθʼ ὅλης αὐτῆς ἐκτεινόμενον ἄχρι τῶν σκελῶν, ὥστε τὸ μὲν ἕτερον οὐδʼ ἐγγὺς ἀφικνεῖται τῶν νεφρῶν, τὸ λοιπὸν δὲ πλησιάζει μέν, οὐ μὴν εἰς αὐτούς γε καταφύεται. ἐχρῆν δʼ, εἴπερ ἔμελλεν ὡς διʼ ἠθμῶν αὐτῶν καθαρθήσεσθαι τὸ αἷμα, πᾶν ἐμπίπτειν εἰς αὐτοὺς κἄπειτα κάτω μὲν φέρεσθαι τὸ λεπτόν, ἴσχεσθαι δʼ ἄνω τὸ παχύ. νυνὶ δʼ οὐχ οὕτως ἔχει· πλάγιοι γὰρ ἑκατέρωθεν τῆς κοίλης φλεβὸς οἱ νεφροὶ κεῖνται. οὔκουν ὡς ἠθμοὶ διηθοῦσι, πεμπούσης μὲν ἐκείνης, αὐτοὶ δʼ οὐδεμίαν εἰσφερόμενοι δύναμιν, ἀλλʼ ἕλκουσι δηλονότι· τοῦτο γὰρ ἔτι λείπεται.
15
πῶς οὖν ἕλκουσιν; εἰ μέν, ὡς Ἐπίκουρος οἴεται τὰς ὁλκὰς ἁπάσας γίγνεσθαι κατὰ τὰς τῶν ἀτόμων ἀποπάλσεις τε καὶ περιπλοκάς, ἄμεινον ἦν ὄντως εἰπεῖν αὐτοὺς μηδʼ ἕλκειν ὅλως· πολὺ γὰρ ἂν οὕτω γε τῶν ἐπὶ τῆς ἡρακλείας λίθου μικρῷ πρόσθεν εἰρημένων ὁ λόγος ἐξεταζόμενος εὑρεθείη γελοιότερος· ἀλλʼ ὡς Ἱπποκράτης ἠβούλετο. λεχθήσεται δὲ σαφέστερον ἐπὶ προήκοντι τῷ λόγῳ. νυνὶ γὰρ οὐ τοῦτο πρόκειται διδάσκειν, ἀλλʼ ὡς οὔτʼ ἄλλο τι δυνατὸν εἰπεῖν αἴτιον εἶναι τῆς τῶν οὔρων διακρίσεως πλὴν τῆς ὁλκῆς τῶν νεφρῶν οὔθʼ οὕτω γίγνεσθαι τὴν ὁλκήν, ὡς οἱ μἠδεμίαν οἰκείαν διδόντες τῇ φύσει δύναμιν οἴονται γίγνεσθαι.
15
τούτου γὰρ ὁμολογηθέντος, ὡς ἔστιν ὅλως τις ἐν τοῖς ὑπὸ φύσεως διοικουμένοις δύναμις ἑλκτική, ληρώδης νομίζοιτʼ ἂν ὁ περὶ ἀναδόσεως τροφῆς ἄλλο τι λέγειν ἐπιχειρῶν.