Thesauros Literature medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Book 1

15 πῶς οὖν ἀδύνατον τοῦτο; τῶν νεφρῶν ἡ θέσις ἀντιβαίνει. οὐ γὰρ δὴ οὕτω γʼ ὑπόκεινται τῇ κοίλῃ φλεβὶ καθάπερ τοῖς ἐξ ἐγκεφάλου περιττώμασιν ἔν τε τῇ Ῥινὶ καὶ κατὰ τὴν ὑπερῴαν οἱ τοῖς ἠθμοῖς ὅμοιοι πόροι, ἀλλʼ ἑκατέρωθεν αὐτῇ παράκεινται. καὶ μήν, εἴπερ ὁμοίως τοῖς ἠθμοῖς ὅσον ἂν ᾖ λεπτότερον καὶ τελέως ὀρρῶδες, τοῦτο μὲν ἑτοίμως διαπέμπουσι, τὸ δὲ παχύτερον ἀποστέγουσιν, ἅπαν ἐπʼ αὐτοὺς ἰέναι χρὴ τὸ αἷμα τὸ περιεχόμενον ἐν τῇ κοίλῃ φλεβί, καθάπερ εἰς τοὺς τρυγητοὺς ὁ πᾶς οἶνος ἐμβάλλεται. καὶ μέν γε καὶ τὸ τοῦ γάλακτος τοῦ τυρουμένου παράδειγμα σαφῶς ἄν, ὃ βούλομαι λέγειν, ἐνδείξαιτο. καὶ γὰρ καὶ τοῦτο πᾶν ἐμβληθὲν εἰς τοὺς ταλάρους οὐ πᾶν διηθεῖται, ἀλλʼ ὅσον μὲν ἂν ᾖ λεπτότερον τῆς εὐρύτητος τῶν πλοκάμων, εἰς τὸ κάταντες φέρεται καὶ τοῦτο μὲν ὀρρὸς ἐπονομάζεται· τὸ λοιπὸν δὲ τὸ παχὺ τὸ μέλλον ἔσεσθαι τυρός, ὡς ἂν οὐ παραδεχομένων αὐτὸ τῶν ἐν τοῖς ταλάροις πόρων, οὐ διεκπίπτει κάτω. καὶ τοίνυν, εἴπερ οὕτω μέλλει διηθεῖσθαι τῶν νεφρῶν ὁ τοῦ αἵματος ὀρρός, ἅπαν ἐπʼ αὐτοὺς ἥκειν χρὴ τὸ αἷμα καὶ μὴ τὸ μὲν ναί, τὸ δʼ οὔ.
15 Πῶς οὖν ἔχει τὸ φαινόμενον ἐκ τῆς ἀνατομῆς;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme