Book 1
14
δεύτερον δʼ, ὃ καὶ μᾶλλον ἄν τις θαυμάσειεν, ὡς οὐ μόνον ἄλλα μὲν τοὺς σκόλοπας, ἄλλα δὲ τοὺς ἰοὺς ἐξάγει φάρμακα, ἀλλὰ καὶ αὐτῶν τῶν τοὺς ἰοὺς ἑλκόντων τὰ μὲν τὸν τῆς ἐχίδνης, τὰ δὲ τὸν τῆς τρυγόνος, τὰ δʼ ἄλλου τινὸς ἐπισπᾶται καὶ σαφῶς ἔστιν ἰδεῖν τοῖς φαρμάκοις ἐπικειμένους αὐτούς. ἐνταῦθʼ οὖν Ἐπίκουρον μὲν ἐπαινεῖν χρὴ τῆς πρὸς τὸ φαινόμενον αἰδοῦς, μέμφεσθαι δὲ τὸν λόγον τῆς αἰτίας. ὃν γὰρ ἡμεῖς ἕλκοντες τοῖς δακτύλοις οὐκ ἀνηγάγομεν σκόλοπα, τοῦτον ὑπὸ τῶν σμικρῶν ἐκείνων ἀνέλκεσθαι ψηγμάτων, πῶς οὐ παντάπασιν ἄτοπον εἶναι χρὴ νομίζειν;
14
ἆρʼ οὖν ἤδη πεπείσμεθα τῶν ὄντων ἑκάστῳ δύναμίν τινʼ ὑπάρχειν, ᾗ τὴν οἰκείαν ἕλκει ποιότητα, τὸ μὲν μᾶλλον, τὸ δʼ ἧττον;
14
ἢ καὶ τὸ τῶν πυρῶν ἔτι παράδειγμα προχειρισόμεθα τῷ λόγῳ; φανήσονται γὰρ οἶμαι καὶ τῶν γεωργῶν αὐτῶν ἀμαθέστεροι περὶ τὴν φύσιν οἱ μηδὲν ὅλως ὑπὸ μηδενὸς ἕλκεσθαι συγχωροῦντες· ὡς ἔγωγε πρῶτον, μὲν ἀκούσας τὸ γιγνόμενον ἐθαύμασα καὶ αὐτὸς ἠβουλήθην αὐτόπτης αὐτοῦ καταστῆναι. μετὰ ταῦτα δέ, ὡς καὶ τὰ τῆς πείρας ὡμολόγει, τὴν αἰτίαν σκοπούμενος ἐν παμπόλλῳ χρόνῳ κατὰ πάσας τὰς αἱρέσεις οὐδεμίαν ἄλλην εὑρεῖν οἷός τʼ ἦν οὐδʼ ἄχρι τοῦ πιθανοῦ προϊοῦσαν ἀλλὰ καταγελάστους τε καὶ σαφῶς ἐξελεγχομένας τὰς ἄλλας ἁπάσας πλὴν τῆς τὴν ὁλκὴν πρεσβευούσης.