Thesauros Literature medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Book 1

13 ὅμως ἐναργῶς ὁρᾶται πολλοὺς ὠφελοῦσα. ναί, φησίν, ὀνίνανται μέν, ἀλλʼ αὐτῷ μόνῳ τῷ λόγῳ τῆς κενώσεως. καὶ μὴν εἰ φλέγματος ἀγωγὸν αὐτοῖς δοίης φάρμακον, οὐκ ὀνήσονται. καὶ τοῦθʼ οὕτως ἐναργές ἐστιν, ὥστε καὶ οἱ ἀπὸ μόνης τῆς ἐμπειρίας ὁρμώμενοι γιγνώσκουσιν αὐτό. καίτοι τούτοις γε τοῖς ἀνδράσιν αὐτὸ δὴ τοῦτʼ ἔστι φιλοσόφημα, τὸ μηδενὶ λόγῳ πιστεύειν ἀλλὰ μόνοις τοῖς ἐναργῶς φαινομένοις. ἐκεῖνοι μὲν οὖν σωφρονοῦσιν· Ἀσκληπιάδης δὲ παραπαίει ταῖς αἰσθήσεσιν ἡμᾶς ἀπιστεῖν κελεύων, ἔνθα τὸ φαινόμενον ἀνατρέπει σαφῶς αὐτοῦ τὰς ὑποθέσεις. καίτοι μακρῷ γʼ ἦν ἄμεινον οὐχ ὁμόσε χωρεῖν τοῖς φαινομένοις ἀλλʼ ἐκείνοις ἀναθέσθαι τὸ πᾶν.
13 ἆρʼ οὖν ταῦτα μόνον ἐναργῶς μάχεται τοῖς Ἀσκληπιάδου δόγμασιν ἢ καὶ τὸ θέρους μὲν πλείονα κενοῦσθαι τὴν ξανθὴν χολὴν ὑπὸ τῶν αὐτῶν φαρμάκων, χειμῶνος δὲ τὸ φλέγμα, καὶ νεανίσκῳ μὲν πλείονα τὴν χολήν, πρεσβύτῃ δὲ τὸ φλέγμα; φαίνεται γὰρ ἕκαστον ἕλκειν τὴν οὖσαν, οὐκ αὐτὸ γεννᾶν τὴν οὐκ οὖσαν. εἰ γοῦν ἐθελήσαις νεανίσκῳ τινὶ τῶν ἰσχνῶν καὶ θερμῶν ὥρᾳ θέρους μήτʼ ἀργῶς βεβιωκότι μήτʼ ἐν πλησμονῇ φλέγματος ἀγωγὸν δοῦναι φάρμακον, ὀλίγιστον μὲν καὶ μετὰ βίας πολλῆς ἐκκενώσεις τοῦ χυμοῦ, βλάψεις δʼ ἐσχάτως τὸν ἄνθρωπον· ἔμπαλιν δʼ εἰ χολαγωγὸν δοίης, καὶ πάμπολυ κενώσεις καὶ βλάψεις οὐδέν.
13 ἆρʼ ἀπιστοῦμεν ἔτι τῷ μὴ οὐχ ἕκαστον τῶν φαρμάκων ἐπάγεσθαι τὸν οἰκεῖον ἑαυτῷ χυμόν; ἴσως φήσουσιν οἱ ἀπʼ Ἀσκληπιάδου, μᾶλλον δʼ οὐκ ἴσως, ἀλλὰ πάντως ἀπιστεῖν ἐροῦσιν, ἵνα μὴ προδῶσι τὰ φίλτατα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme