Thesauros Literature medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Book 1

10 πῶς οὖν ἐξ αἵματος ὀστοῦν ἄν ποτε γένοιτο μὴ παχυνθέντος γε πρότερον ἐπὶ πλεῖστον αὐτοῦ καὶ λευκανθέντος ἢ πῶς ἐξ ἄρτου τὸ αἷμα μὴ κατὰ βραχὺ μὲν ἀποθεμένου τὴν λευκότητα, κατὰ βραχὺ δὲ λαμβάνοντος τὴν ἐρυθρότητα; σάρκα μὲν γὰρ ἐξ αἵματος γενέσθαι Ῥᾷστον· εἰ γὰρ εἰς τοσοῦτον αὐτὸ παχύνειεν ἡ φύσις, ὡς σύστασίν τινα σχεῖν καὶ μηκέτʼ εἶναι Ῥυτόν, ἡ πρώτη καὶ νεοπαγὴς οὕτως ἂν εἴη σάρξ· ὀστοῦν δʼ ἵνα γένηται, πολλοῦ μὲν δεῖται χρόνου, πολλῆς δʼ ἐργασίας καὶ μεταβολῆς τῷ αἵματι. ὅτι δὲ καὶ τῷ ἄρτῳ καὶ πολὺ μᾶλλον θριδακίνῃ καὶ τεύτλῳ καὶ τοῖς ὁμοίοις παμπόλλης δεῖται τῆς ἀλλοιώσεως εἰς αἵματος γένεσιν, οὐδὲ τοῦτʼ ἄδηλον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme