Thesauros Literature medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Book 1

9 ἐπειδὴ δὲ περὶ τῶν τριῶν δυνάμεων τῆς φύσεως αὐτάρκως εἴρηται καὶ φαίνεται μηδεμιᾶς ἄλλης προσδεῖσθαι τὸ ζῷον, ἔχον γε καὶ ὅπως αὐξηθῇ καὶ ὅπως τελειωθῇ καὶ ὅπως ἕως πλείστου διαφυλαχθῇ, δόξειε μὲν ἂν ἴσως ἱκανῶς ἔχειν ὁ λόγος οὗτος ἤδη καὶ πάσας ἐξηγεῖσθαι τὰς τῆς φύσεως δυνάμεις. ἀλλʼ εἴ τις πάλιν ἐννοήσειεν, ὡς οὐδενὸς
9 οὐδέπω τῶν τοῦ ζῴου μορίων ἐφήψατο, κοιλίας λέγω καὶ ἐντέρων καὶ ἥπατος καὶ τῶν ὁμοίων, οὐδʼ ἐξηγήσατο τὰς ἐν αὐτοῖς δυνάμεις, αὖθις δόξειεν ἂν οἷον προοίμιόν τι μόνον εἰρῆσθαι τῆς χρησίμου διδασκαλίας. τὸ γὰρ σύμπαν ὧδʼ ἔχει. γένεσις καὶ αὔξησις καὶ θρέψις τὰ πρῶτα καὶ οἷον κεφάλαια τῶν ἔργων ἐστὶ τῆς φύσεως· ὥστε καὶ αἱ τούτων ἐργαστικαὶ δυνάμεις αἱ πρῶται τρεῖς εἰσι καὶ κυριώταται· δέονται δʼ εἰς ὑπηρεσίαν, ὡς ἤδη δέδεικται, καὶ ἀλλήλων καὶ ἄλλων. τίνων μὲν οὖν ἡ γεννητική τε καὶ αὐξητικὴ δέονται, εἴρηται, τίνων δʼ ἡ θρεπτική, νῦν εἰρήσεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme