Thesauros Literature medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Book 1

7 ὥστʼ ἤδη σοι δῆλον, ὡς ἀναγκαία τοῖς αὐξανομένοις ἡ θρέψις. εἰ γὰρ διατείνοιτο μέν, ἀνατρέφοιτο δὲ μή, φαντασίαν ψευδῆ μᾶλλον, οὐκ αὔξησιν ἀληθῆ τὰ τοιαῦτα σώματα κτήσεται. καίτοι καὶ τὸ διατείνεσθαι πάντη μόνοις τοῖς ὑπὸ φύσεως αὐξανομένοις ὑπάρχει. τὰ γὰρ ὑφʼ ἡμῶν διατεινόμενα σώματα κατὰ μίαν τινὰ διάστασιν τοῦτο πάσχοντα μειοῦται ταῖς λοιπαῖς, οὐδʼ ἔστιν εὑρεῖν οὐδέν, ὃ συνεχὲς ἔτι μένον καὶ ἀδιάσπαστον εἰς τὰς τρεῖς διαστάσεις ἐπεκτεῖναι δυνάμεθα. μόνης οὖν τῆς φύσεως τὸ πάντη διιστάναι συνεχὲς ἑαυτῷ μένον ἔτι καὶ τὴν ἀρχαίαν ἅπασαν ἰδέαν φυλάττον τὸ σῶμα.
7 καὶ τοῦτʼ ἔστιν ἡ αὔξησις ἄνευ τῆς ἐπιρρεούσης τε καὶ προσπλαττομένης τροφῆς μὴ δυναμένη γενέσθαι.
8 καὶ τοίνυν ὁ λόγος ἥκειν ἔοικεν ὁ περὶ τῆς θρέψεως, ὃς δὴ λοιπός ἐστι καὶ τρίτος ὧν ἐξ ἀρχῆς προὐθέμεθα. τοῦ γὰρ ἐπιρρέοντος ἐν εἴδει τροφῆς παντὶ μορίῳ τοῦ τρεφομένου σώματος προσπλαττομένου θρέψις μὲν ἡ ἐνέργεια, θρεπτικὴ δὲ δύναμις ἡ αἰτία. ἀλλοίωσις μὲν δὴ κἀνταῦθα τὸ γένος τῆς ἐνεργείας, ἀλλʼ οὐχ οἵαπερ ἡ ἐν τῇ γενέσει. ἐκεῖ μὲν γὰρ οὐκ ὂν πρότερον ὕστερον ἐγένετο, κατὰ δὲ τὴν θρέψιν τῷ ἤδη γεγονότι συνεξομοιοῦται τὸ ἐπιρρέον καὶ διὰ τοῦτʼ εὐλόγως ἐκείνην μὲν τὴν ἀλλοίωσιν γένεσιν, ταύτην δʼ ἐξομοίωσιν ὠνόμασαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme