Thesauros Literature Lyric Poetry Διθύραμβοι

Διθύραμβοι

Διθύραμβοι Bacchylides

17

 
σχέτλιον ἄμυξεν ἄλγος,
 
εἶρέν τε· Διὸς υἱὲ φερτάτου, 20
 
ὅσιον οὐκέτι τεᾶν
 
ἔσω κυβερνᾷς φρενῶν
 
θυμόν· ἴσχε μεγαλοῦχον ἥρως βίαν.
 
ὅ τι μὲν ἐκ θεῶν μοῖρα παγκρατὴς
 
ἄμμι κατένευσε καὶ Δίκας ῥέπει τά- 25
 
λαντον, πεπρωμέναν
 
αἶσαν ἐκπλήσομεν, ὅταν
 
ἔλθῃ· σὺ δὲ βαρεῖαν κάτε-
 
χε μῆτιν. εἰ καί σε κεδνὰ
 
τέκεν λέχει Διὸς ὑπὸ κρόταφον Ἴδας 30
 
μιγεῖσα Φοίνικος ἐρα-
 
τώνυμος κόρα βροτῶν
 
φέρτατον, ἀλλὰ κἀμὲ
 
Πιτθέος θυγάτηρ ἀφνεοῦ
 
πλαθεῖσα ποντίῳ τέκεν 35
 
Ποσειδᾶνι, χρύσεον
 
τέ ϝοι δόσαν ἰόπλοκοι
 
κάλυμμα Νηρηΐδες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme