Thesauros Literature Lyric Poetry Διθύραμβοι

Διθύραμβοι

Διθύραμβοι Bacchylides

16–17

 
δέξατο Νέσσου πάρα δαιμόνιον τέρ[ας. 35
 
Ode 17 Ηίθεοι [ἢ] Θησεύς
 
Κυανόπρῳρα μὲν ναῦς μενέκτυπον
 
Θησέα δὶς ἑπτά τʼ ἀγλαοὺς ἄγουσα
 
κούρους Ἰαόνων
 
Κρητικὸν τάμνε πέλαγος·
 
τηλαυγέϊ γὰρ [ἐν] φάρεϊ 5
 
βορήϊαι πίτνον αὖραι
 
κλυτᾶς ἕκατι π[ο]λεμαίγιδος Ἀθάνας·
 
κνίσεν τε Μίνωϊ κέαρ
 
ἱμεράμπυκος θεᾶς
 
Κύπριδος αἰνὰ δῶρα· 10
 
χεῖρα δʼ οὐκέτι παρθενικᾶς
 
ἄτερθʼ ἐράτυεν, θίγεν
 
δὲ λευκᾶν παρηΐδων·
 
βόασέ τʼ Ἐρίβοια χαλκο-
 
θώρακα Πανδίονος 15
 
ἔκγονον· ἴδεν δὲ Θησεύς,
 
μέλαν δʼ ὑπʼ ὀφρύων
 
δίνασεν ὄμμα, καρδίαν τέ ϝοι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme