Thesauros Literature Lyric Poetry Διθύραμβοι

Διθύραμβοι

Διθύραμβοι Bacchylides

15–16

 
Ὕβρις, ἃ πλ[οῦτον] δύναμίν τε θοῶς
 
ἀλλότριον ὤπασεν, αὖτις 60
 
δʼ ἐς βαθὺν πέμπει φθόρον,
 
κείνα καὶ ὑπερφιάλους
 
Γᾶς παῖδας ὤλεσσεν Γίγαντας.
 
Ode 16 [Ἡρακλῆς]
 
Πυθ]ίου [ἔπʼ εἶμʼ], ἐπεὶ
 
ὁλκ]άδʼ ἔπεμψεν ἐμοὶ χρυσέαν
 
Πιερ]ίαθε[ν ἐΰθ]ρονος Οὐρανία,
 
πολυφ]άτων γέμουσαν ὕμνων
 
!!!!!]ν̣ εἴτʼ ἄρʼ ἐπʼ ἀνθεμόεντι Ἕβρῳ 5
 
!!!!! ἀ]γάλλεται ἢ δολιχαύχενι κύκνῳ,
 
ὀπὶ ἁ]δεΐᾳ φρένα τερπόμενος,
 
!!!!!!]δʼ ἵκῃ παιηόνων
 
ἄνθεα πεδοιχνεῖν,
 
Πύθιʼ Ἄπολλον, 10
 
τόσα χοροὶ Δελφῶν
 
σὸν κελάδησαν παρʼ ἀγακλέα ναόν.
 
πρίν γε κλέομεν λιπεῖν
 
Οἰχαλίαν πυρὶ δαπτομέναν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme