Thesauros Literature Lyric Poetry Διθύραμβοι

Διθύραμβοι

Διθύραμβοι Bacchylides

15

 
παίδεσσί τε μῦθον Ἀχαιῶν.
 
ἔνθα κάρυκες διʼ εὐ- 40
 
ρεῖαν πόλιν ὀρνύμενοι
 
Τρώων ἀόλλιζον φάλαγγας
 
δεξίστρατον εἰς ἀγοράν.
 
παντᾷ δὲ διέδραμεν αὐδάεις λόγος·
 
θεοῖς δʼ ἀνίσχοντες χέρας ἀθανάτοις 45
 
εὔχοντο παύσασθαι δυᾶν.
 
Μοῦσα, τίς πρῶτος λόγων ἆρχεν δικαίων;
 
Πλεισθενίδας Μενέλαος γάρυϊ θελξιεπεῖ
 
φθέγξατʼ, εὐπέπλοισι κοινώσας Χάρισσιν·
 
ὦ Τρῶες ἀρηΐφιλοι, 50
 
Ζεὺς ὑψιμέδων, ὃς ἅπαντα δέρκεται,
 
οὐκ αἴτιος θνατοῖς μεγάλων ἀχέων,
 
ἀλλʼ ἐν μέσῳ κεῖται κιχεῖν
 
πᾶσιν ἀνθρώποις Δίκαν ἰθεῖαν, ἁγνᾶς
 
Εὐνομίας ἀκόλουθον καὶ πινυτᾶς Θέμιτος· 55
 
ὀλβίων παῖδές νιν αἱρεῦνται σύνοικον.
 
ἁ δʼ αἰόλοις κέρδεσσι καὶ ἀφροσύναις
 
ἐξαισίοις θάλλουσʼ ἀθαμβὴς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme