Thesauros Literature Lyric Poetry Διθύραμβοι

Διθύραμβοι

Διθύραμβοι Bacchylides

18–19

Αἰγεύς
δύο ϝοι φῶτε μόνους ἁμαρτεῖν
 
λέγει, περὶ φαιδίμοισι δʼ ὤμοις
 
ξίφος ἔχειν ἐλεφαντόκωπον ·
 
ξεστοὺς δὲ δύʼ ἐν χέρεσσʼ ἄκοντας
 
κηὔτυκτον κυνέαν Λάκαι- 50
 
ναν κρατὸς πέρι πυρσοχαίτου·
 
στέρνοις τε πορφύρ εο ν
 
χιτῶνʼ ἄμφι, καὶ οὔλιον
 
Θεσσαλὰν χλαμύδʼ· ὀμμάτων δὲ
 
στίλβειν ἄπο Λαμνίαν 55
 
φοίνισσαν φλόγα· παῖδα δʼ ἔμμεν
 
πρώθηβον, ἀρηΐων δʼ ἀθυρμάτων
 
μεμνᾶσθαι πολέμου τε καὶ
 
χαλκεοκτύπου μάχας·
 
δίζησθαι δὲ φιλαγλάους Ἀθάνας. 60
 
Ode 19 Ιώ Ἀθηναίοις
 
πάρεστι μυρία κέλευθος
 
ἀμβροσίων μελέων,
 
ὃς ἂν παρὰ Πιερίδων λά-
 
χῃσι δῶρα Μουσᾶν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme