Thesauros Literature Lyric Poetry Διθύραμβοι

Διθύραμβοι

Διθύραμβοι Bacchylides

18

Χορός
δυσμενὴς ὅριʼ ἀμφιβάλλει
 
στρατα·γέτας ἀνήρ;
 
ἢ λῃσταὶ κακομάχανοι
 
ποιμένων ἀέκατι μήλων
 
σεύοντʼ ἀγέλας βίᾳ; 10
 
ἢ τί τοι κραδίαν ἀμύσσει;
 
φθέγγευ· δοκέω γὰρ εἴ τινι βροτῶν
 
ἀλκίμων ἐπικουρίαν
 
καὶ τὶν ἔμμεναι νέων,
 
ὦ Πανδίονος υἱὲ καὶ Κρεούσας. 15
Αἰγεύς
νέ]ον ἦλθεν δολιχὰν ἀμείψας
 
κᾶρυξ ποσὶν Ἰσθμίαν κέλευθον·
 
ἄφατα δʼ ἔργα λέγει κραταιοῦ
 
φωτός· τὸν ὑπέρβιόν τʼ ἔπεφνεν
 
Σίνιν, ὃς ἰσχύϊ φέρτατος 20
 
θνατῶν ἦν, Κρονίδα Λυταίου
 
σεισίχθονος τέκος·
 
σῦν τʼ ἀνδροκτόνον ἐν νάπαις
 
Κρεμμυῶνος, ἀτάσθαλόν τε
 
Σκίρωνα κατέκτανεν· 25

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme