Thesauros Literature Lyric Poetry Διθύραμβοι

Διθύραμβοι

Διθύραμβοι Bacchylides

17–18

 
νᾶα παρὰ λεπτόπρυμνον φάνη· φεῦ,
 
οἵαισιν ἐν φροντίσι Κνώσιον 120
 
ἔσχασεν στραταγέταν, ἐπεὶ
 
μόλʼ ἀδίαντος ἐξ ἁλὸς
 
θαῦμα πάντεσσι, λάμ-
 
πε δʼ ἀμφὶ γυίοις θεῶν δῶρʼ, ἀγλαό-
 
θρονοί τε κοῦραι σὺν εὐ- 125
 
θυμία νεοκτίτῳ
 
ὠλόλυξαν, ἔ-
 
κλαγεν δὲ πόντος· ἠΐθ εο ι δʼ ἐγγύθεν
 
νέοι παιάνιξαν ἐρατᾷ ϝοπί.
 
Δάλιε, χοροῖσι Κηΐων 130
 
φρένα ἰανθεὶς
 
ὄπαζε θ εό πομπον ἐσθλῶν τύχαν.
 
Ode 18 Θησεύς
Χορός
βασιλεῦ τᾶν ἱερᾶν Ἀθανᾶν,
 
τῶν ἁβροβίων ἄναξ Ἰώνων,
 
τί νέον ἔκλαγε χαλκοκώδων
 
σάλπιγξ πολεμηΐαν ἀοιδάν;
 
ἦ τις ἁμετέρας χθονὸς 5

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme