Thesauros Literature Lyric Poetry Διθύραμβοι

Διθύραμβοι

Διθύραμβοι Bacchylides

17

 
Θησέα πατρὸς ἱππί-
 
ου δόμον, μέγαρόν τε θεῶν 100
 
μόλεν· τόθι κλυτὰς ἰδὼν
 
ἔδεισʼ ὀλβίοιο Νη-
 
ρέος κόρας· ἀπὸ γὰρ ἀγλα-
 
ῶν λάμπε γυίων σέλας
 
ὧτε πυρός, ἀμφὶ χαίταις 105
 
δὲ χρυσεόπλοκοι
 
δίνηντο ταινίαι· χορῷ δʼ ἔτερ-
 
πον κέαρ ὑγροῖσι ποσσίν·
 
σεμνάν τε πατρὸς ἄλοχον φίλαν
 
ἴδε βοῶπιν ἐρατοῖ- 110
 
σιν Ἀμφιτρίταν δόμοις·
 
ἅ νιν ἀμφέβαλεν αἰόλαν πορφύραν,
 
κόμαισί τʼ ἐπέθηκεν οὔλαις
 
ἀμεμφέα πλόκον,
 
τόν ποτέ ϝοι ἐν γάμῳ 115
 
δῶκε δόλιος Ἀφροδίτα ῥόδοις ἐρεμνόν.
 
ἄπιστον ὅ τι δαίμονες
 
θ έω σιν οὐδὲν φρενοάραις βροτοῖς·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme