Thesauros Literature Lyric Poetry Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides

Şiir 9

 
Ode 9 Ἀυτομήδει Φλειάσιῳ Πεντάθλῳ Νέμεα
 
δόξαν, ὦ χρυσαλάκατοι Χάριτες,
 
πεισίμβροτον δοίητʼ, ἐπεὶ
 
Μουσᾶν γε ϝιοβλεφάρων θεῖος προφάτας
 
εὔτυκος Φλειοῦντά τε καὶ Νεμεαίου
 
Ζηνὸς εὐθαλὲς πέδον 5
 
ὑμνεῖν, ὅθι μηλοδαΐκταν
 
θρέψεν ἁ λευκώλενος
 
Ἥρα περικλειτῶν ἀέθλων
 
πρῶτον Ἡρακλεῖ βαρύφθογγον λέοντα.
 
κεῖ[θι φοι]νικάσπιδες ἡμίθεοι 10
 
πρώτιστον Ἀργείων κριτοὶ
 
ἄθλησαν ἐπʼ Ἀρχεμόρῳ, τὸν ξανθοδερκὴς
 
πέφνʼ ἀωτεύοντα δράκων ὑπέροπλος,
 
σᾶμα μέλλοντος φόνου.
 
ὦ μοῖρα πολυκρατές· οὔ νιν 15
 
πεῖθʼ Ὀϊκλείδας πάλιν
 
στείχειν ἐς εὐάνδρους ἀγυιάς.
 
ἐλπὶς ἀνθρώπων ὑφαιρ[εῖται νόημ]α
 
ἃ καὶ τότʼ Ἄδραστον Ταλ[αϊονίδαν
← Önceki bölüm Şiir 9 · 1 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme