Thesauros Literature Lyric Poetry Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides

Şiir 5

 
τοῖʼ ἔφα· θνατοῖσι μὴ φῦναι φέριστον, 160
 
μηδʼ ἀελίου προσιδεῖν
 
φέγγος· ἀλλʼ οὐ γάρ τίς ἐστιν
 
πρᾶξις τάδε μυρομένοις,
 
χρὴ κεῖνο λέγειν ὅ,τι καὶ μέλλει τελεῖν.
 
ἦ ῥα τις ἐν μεγάροις 165
 
Οἰνῆος ἀρηϊφίλου
 
ἔστιν ἀδμήτα θυγάτρων,
 
σοὶ φυὰν ἀλιγκία;
 
τάν κεν λιπαρὰν ἐθέλων θείμαν ἄκοιτιν.
 
τὸν δὲ μενεπτολέμου 170
 
ψυχὰ προσέφα Μελεά-
 
γρου· λίπον χλωραύχενα
 
ἐν δώμασι Δαϊάνειραν,
 
νῆϊν ἔτι χρυσέας
 
Κύπριδος θελξιμβρότου. 175
 
λευκώλενε Καλλιόπα,
 
στᾶσον εὐποίητον ἅρμα
 
αὐτοῦ· Δία τε Κρονίδαν
 
ὕμνησον Ὀλύμπιον ἀρχαγὸν θεῶν,
← Önceki Şiir 5 · 9 / 11 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme