Thesauros Literature Lyric Poetry Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides

Şiir 5

 
πατρὸ]ς Ἀλθαία περικλειτοῖσιν Οἰνέος· 120
 
τῶν δʼ ὤ]λεσε μοῖρʼ ὀλοὰ
 
πλεῦνα]ς· οὐ γάρ πω δαΐφρων
 
παῦσεν] χόλον ἀγροτέρα
 
Λατοῦς θυγάτηρ· περὶ δʼ αἴθωνος δορᾶς
 
μαρνάμεθʼ ἐνδυκέως 125
 
Κουρῆσι μενεπτολέμοις·
 
ἔνθʼ ἐγὼ πολλοῖς σὺν ἄλλοις
 
Ἴφικλον κατέκτανον
 
ἐσθλόν τʼ Ἀφάρητα, θοοὺς μάτρωας· οὐ γὰρ
 
καρτερόθυμος Ἄρης 130
 
κρίνει φίλον ἐν πολέμῳ·
 
τυφλὰ δʼ ἐκ χειρῶν βέλη
 
ψυχαῖς ἔπι δυσμενέων φοι-
 
τᾷ θάνατόν τε φέρει
 
τοῖσιν ἂν δαίμων θέλῃ· 135
 
ταῦτʼ οὐκ ἐπιλεξαμένα
 
Θεστίου κούρα δαΐφρων
 
μάτηρ κακόποτμος ἐμοὶ
 
βούλευσεν ὄλεθρον ἀτάρβακτος γυνά·
← Önceki Şiir 5 · 7 / 11 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme