Thesauros Literature Lyric Poetry Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides

Şiir 5

 
λισσόμενος πολέων 100
 
τʼ αἰγῶν θυσίαισι πατὴρ
 
καὶ βοῶν φοινικονώτων·
 
ἀλλʼ ἀνίκατον θεὰ
 
ἔσχεν χόλον· εὐρυβίαν δʼ ἔσσευε κούρα
 
κάπρον ἀναιδομάχαν 105
 
ἐς καλλίχορον Καλυδῶ-
 
νʼ, ἔνθα πλημύρων σθένει
 
ὄρχους ἐπέκειρεν ὀδόντι,
 
σφάζε τε μῆλα, βροτῶν
 
θʼ ὅστις εἰσάνταν μόλοι. 110
 
τῷ δὲ στυγερὰν δῆριν Ἑλλάνων ἄριστοι
 
στασάμεθʼ ἐνδυκέως
 
ἓξ ἄματα συνεχέως· ἐπεὶ δὲ δαίμων
 
κάρτος Αἰτωλοῖς ὄρεξεν,
 
θάπτομεν οὓς κατέπε- 115
 
φνεν σῦς ἐριβρύχας ἐπαΐσσων βίᾳ,
 
Ἀγκαῖον ἐμῶν τʼ Ἀγέλαον
 
φ[έρτ]ατον κεδνῶν ἀδελφ εῶ ν,
 
οὓς τέ]κεν ἐν μεγάροις
← Önceki Şiir 5 · 6 / 11 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme